grc-proiel-test

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 40 - 50 < sentence 51 - 61 > sentence 62 - 72

καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπ’ ἑωυτῷ εἶχε καταστρεψάμενος Κροῖσος εἰσὶ δὲ οἵδε Λυδοί Φρύγες Μυσοί Μαριανδυνοί Χάλυβες Παφλαγόνες Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί Κᾶρες Ἴωνες Δωριέες Αἰολέες Πάμφυλοι κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατά θεωρίης πρόφασιν ἐκπλώσας ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι τῶν ἔθετο αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε Κύρου δὲ πέρι βουλεύων ἐκάλεε τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιὸν οἱ ταύτῃ ἔκριναν ἀπικομένους δὲ εἴρετο Ἁστυάγης τῇ ἔκρινάν οἱ τὴν ὄψιν οἳ δὲ κατὰ τὰ αὐτὰ εἶπαν λέγοντες ὡς βασιλεῦσαι χρῆν τὸν παῖδα εἰ ἐπέζωσε καὶ μὴ ἀπέθανε πρότερον δὲ ἀμείβεται αὐτοὺς τοῖσιδε

Download XMLDownload textSentence viewDependency trees