grc-proiel-test

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 29 - 39 < sentence 40 - 50 > sentence 51 - 61

ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ’ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος τότε ἐπολιορκέετο καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε Κροῖσος μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν μέζονα ἐπαιτιώμενος τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην βασιλεῦ νησιῶται ἵππον συνωνέονται μυρίην ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι τὸν δὲ ὑπολαβόντα φάναι βασιλεῦ προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ οἰκότα ἐλπίζων κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ προσφυέως γὰρ δόξαι λέγειν πειθόμενον παύσασθαι τῆς ναυπηγίης

Download XMLDownload textSentence viewDependency trees