grc-proiel-test
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | test |
---|
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
ἔστι τε ὁ παῖς καὶ περίεστι καί μιν ἐπ’ ἀγροῦ διαιτώμενον οἱ ἐκ τῆς κώμης παῖδες ἐστήσαντο βασιλέα ὁ δὲ πάντα ὅσα περ οἱ ἀληθέι λόγῳ βασιλέες ἐτελέωσε ποιήσας καὶ γὰρ δορυφόρους καὶ θυρωροὺς καὶ ἀγγελιηφόρους καὶ τὰ λοιπὰ πάντα διατάξας ἦρχε καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν εἶπαν οἱ Μάγοι εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται ἀμείβεται ὁ Ἀστυάγης τοῖσιδε καὶ αὐτὸς ὦ Μάγοι ταύτῃ πλεῖστος γνώμην εἰμί βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν
Download XML • Download text
• Sentence view • Dependency trees