grc-proiel-test

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 18 - 28 < sentence 29 - 39 > sentence 40 - 50

τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων ὡς δὲ ἄρα παρεῖναι αὐτούς κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος Ἀλυάττης δὲ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων Γλαύκου τοῦ Χίου ποίημα ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος Ἀλυάττεω ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι

Download XMLDownload textSentence viewDependency trees