Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 401 - 500 of 763 • previousnext


[1] tree
δὲ μηθέν, φησί, σοί, ψυχή, μελέτω·
s-401
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@612
ἡ δὲ μηθέν, φησί, σοί, ψυχή, μελέτω·
[2] tree
μαθεῖν γὰρ αἰσθέσθαι θ̓ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ̓ ἤθελον.
s-402
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@613
μαθεῖν γὰρ αἰσθέσθαι θ̓ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ̓ ἤθελον.
[3] tree
αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
s-403
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@614
αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
[4] tree
δόντος δ̓ ἐπιστρέψασα μετὰ μικρὸν λέγει Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν̓ ἔξεστί σοι.
s-404
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@615
δόντος δ̓ ἐπιστρέψασα μετὰ μικρὸν λέγει Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν̓ ἔξεστί σοι.
[5] tree
εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ̓, ὅσον ᾔτησε δούς.
s-405
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@616
εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ̓, ὅσον ᾔτησε δούς.
[6] tree
εἰς τὸν πότον δ̓ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν·
s-406
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@617
εἰς τὸν πότον δ̓ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν·
[7] tree
βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ̓ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;
s-407
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@618
βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ̓ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;
[8] tree
δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπεπέμψατ̓ αὐτήν·
s-408
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@621
ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπεπέμψατ̓ αὐτήν·
[9] tree
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ̓ σοὶ χρήσας τότε.
s-409
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@623
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ̓ ὁ σοὶ χρήσας τότε.
[10] tree
ἐν συμποσίῳ δ̓, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ̓ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
s-410
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@624
ἐν συμποσίῳ δ̓, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ̓ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
[11] tree
κᾆθ̓ ὡς ἐπηρώτησε πότεῤ ἄνω θέλεις ἐλθοῦσ̓ ἅμα βαλεῖν κάτω;
s-411
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@625
κᾆθ̓ ὡς ἐπηρώτησε πότεῤ ἄνω θέλεις ἐλθοῦσ̓ ἅμα βαλεῖν ἢ κάτω;
[12] tree
ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.
s-412
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@627
ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.
[13] tree
καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι.
s-413
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@628
καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι.
[14] tree
παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ ψυχρὸν γ̓, ἔφη, τἀγγεῖον, Γνάθαιν̓, ἔχεις.
s-414
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@630
παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ ψυχρὸν γ̓, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν̓, ἔχεις.
[15] tree
τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, Δίφιλε, εἰς αὐτὸ γ̓ αἰεὶ δραμάτων ἐμβάλλομεν.
s-415
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@631
τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτὸ γ̓ αἰεὶ δραμάτων ἐμβάλλομεν.
[16] tree
δ̓ εἶπε τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.
s-416
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@635
ἡ δ̓ εἶπε τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.
[17] tree
μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο.
s-417
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@636
μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο.
[18] tree
περιλαμβάνουσα δ̓ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ̓, ἔφη, τὰ τραύματα;
s-418
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@637
περιλαμβάνουσα δ̓ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ̓, ἔφη, τὰ τραύματα;
[19] tree
κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ̓ ὢν ἀνείλατ̓ εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν.
s-419
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@638
κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ̓ ὢν ἀνείλατ̓ εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν.
[20] tree
ναὶ τὴν φίλην Δήμητρα, δικαίως τοι δέρος, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.
s-420
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@639
ναὶ τὴν φίλην Δήμητρα, δικαίως τοι δέρος, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.
[21] tree
παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, Γνάθαινα, τοῦτ̓ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.
s-421
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@640
παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ̓ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.
[22] tree
ἐπεὶ προέβη τοῖς ἔτεσιν Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ̓ ἕκαστον.
s-422
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@641
ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ̓ ἕκαστον.
[23] tree
εἶτ̓ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν̓ ἀστεῖον πάνυ τῇ θ̓ ἡλικίᾳ σφόδρα νέον πρὸς τῶν θεῶν, μειράκιον, καλός, φησί, πῶς ἵστης;
s-423
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@642
εἶτ̓ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν̓ ἀστεῖον πάνυ τῇ θ̓ ἡλικίᾳ σφόδρα νέον ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης;
[24] tree
φράσον.
s-424
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@643
φράσον.
[25] tree
Στρατοκλῆς δύ̓ ἐρίφους προῖκ̓ ἐδίδου τοῖς γνωρίμοις λοπάδας δ̓ ἐνάλμους ἐπισυνήρτυεν, δοκῶν καὶ διψᾶν ὑποδιπλοῦσθ̓ ἂν εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς.
s-425
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@646
Στρατοκλῆς δύ̓ ἐρίφους προῖκ̓ ἐδίδου τοῖς γνωρίμοις λοπάδας δ̓ ἐνάλμους ἐπισυνήρτυεν, δοκῶν καὶ διψᾶν ὑποδιπλοῦσθ̓ ἂν εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς.
[26] tree
Γνάθαινα δ̓ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς, Στρατοκλῆς ἐπ̓ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.
s-426
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@647
Γνάθαινα δ̓ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς, Στρατοκλῆς ἐπ̓ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.
[27] tree
ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ̓ αὐτῆς συμπορευομένῃ λέγει·
s-427
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@649
ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ̓ αὐτῆς συμπορευομένῃ λέγει·
[28] tree
δικαιότερον ἦν, τέκνον, νὴ τὼ θεώ...
s-428
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@650
δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ...
[29] tree
καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει·
s-429
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@652
καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει·
[30] tree
εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ̓ ὢν ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τὸ τ̓ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός·
s-430
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@653
εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ̓ ὢν ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τὸ τ̓ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός·
[31] tree
Γνάθαινα δ̓ εἰς τὴν πορφύραν καὶ τὰ δόρατ̓ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν.
s-431
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@654
ἡ Γνάθαινα δ̓ εἰς τὴν πορφύραν καὶ τὰ δόρατ̓ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν.
[32] tree
δ̓ ἄφνω καιρίμην πληγεὶς παπαῖ, ζωγρεῖς, γύναι, φήσ̓, ἕνεκα τοῦ στρατιωτικοῦ·
s-432
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@655
ὁ δ̓ ἄφνω καιρίμην πληγεὶς παπαῖ, ζωγρεῖς, γύναι, φήσ̓, ἕνεκα τοῦ στρατιωτικοῦ·
[33] tree
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον.
s-433
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@656
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον.
[34] tree
μοὶ μὲν δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
s-434
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@658
μοὶ μὲν δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
[35] tree
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαζε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ̓ ὑπ̓ αὐτῆς πεντάκις.
s-435
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@662
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαζε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ̓ ὑπ̓ αὐτῆς πεντάκις.
[36] tree
μετὰ ταῦτ̓ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ὀργιζόμενος πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ̓ ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παῤ αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δ̓ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
s-436
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@663
μετὰ ταῦτ̓ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ὀργιζόμενος πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ̓ ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παῤ αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δ̓ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
[37] tree
ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον·
s-437
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@664
ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον·
[38] tree
περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον·
s-438
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@665
περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον·
[39] tree
διὰ τοῦθ̓ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ̓, ἵν̓ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.
s-439
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@666
διὰ τοῦθ̓ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ̓, ἵν̓ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.
[40] tree
γραῦς δ̓ ἀγανακτήσασα τάλαν, ἔφη, τέκνον;
s-440
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@668
ἡ γραῦς δ̓ ἀγανακτήσασα τάλαν, ἔφη, τέκνον;
[41] tree
περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.
s-441
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@669
περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.
[42] tree
ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων·
s-442
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@672
ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων·
[43] tree
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν τρισάθλιε ὀνηλάτ̓, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.
s-443
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@673
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν ὦ τρισάθλιε ὀνηλάτ̓, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.
[44] tree
οὐδέποτε γὰρ τοῦτ̓ ἐστί σοι πεπραγμένον.
s-444
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@675
οὐδέποτε γὰρ τοῦτ̓ ἐστί σοι πεπραγμένον.
[45] tree
ἑξῆς δὲ καὶ ταῦτ̓ ἀναγράφει·
s-445
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@676
ἑξῆς δὲ καὶ ταῦτ̓ ἀναγράφει·
[46] tree
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντ̓·
s-446
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@677
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντ̓·
[47] tree
ἀπόκριναι, φησίν, ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ἔρῤ, αἰσχροποιέ;
s-447
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@678
ἀπόκριναι, φησίν, ὦ ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ἔρῤ, αἰσχροποιέ;
[48] tree
καταπλαγεὶς δ̓ Εὐριπίδης τὴν τόλμαν αὐτῆς σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
s-448
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@679
καταπλαγεὶς δ̓ Εὐριπίδης τὴν τόλμαν αὐτῆς σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
[49] tree
δὲ γελάσασ̓ ἀπεκρίθη·
s-449
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@681
ἡ δὲ γελάσασ̓ ἀπεκρίθη·
[50] tree
Γλυκέριον λαβοῦσα παῤ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον·
s-450
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@683
ἡ Γλυκέριον λαβοῦσα παῤ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον·
[51] tree
εἶτ̓ ἐπεὶ τέλος ἔδοξ̓ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλεὐ ἀποφέρειν θοἰμάτιον.
s-451
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@684
εἶτ̓ ἐπεὶ τέλος ἔδοξ̓ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλεὐ ἀποφέρειν θοἰμάτιον.
[52] tree
γναφεὺς δ̓ εἶπεν·
s-452
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@685
ὁ γναφεὺς δ̓ εἶπεν·
[53] tree
ἂν γ̓ ἐλᾳδίου ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, κόμισαι.
s-453
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@686
ἂν γ̓ ἐλᾳδίου ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, κόμισαι.
[54] tree
τὸ κωλῦον γάρ ἐστι τοῦτό με.
s-454
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@687
τὸ κωλῦον γάρ ἐστι τοῦτό με.
[55] tree
τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ̓ αὐτὸς εἶχεν.
s-455
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@689
ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ̓ αὐτὸς εἶχεν.
[56] tree
ἐπεκαλεῖτο δ̓ Αἴξ, ὅτι τὸν μέγαν δὴ κατέφαγεν ἐραστήν ποτε Θαλλὸν·
s-456
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@690
ἐπεκαλεῖτο δ̓ Αἴξ, ὅτι τὸν μέγαν δὴ κατέφαγεν ἐραστήν ποτε Θαλλὸν·
[57] tree
παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι.
s-457
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@691
παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι.
[58] tree
Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον.
s-458
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@696
Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον.
[59] tree
αὕτη δ̓ ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον·
s-459
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@697
αὕτη δ̓ ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον·
[60] tree
εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ.
s-460
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@698
εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ.
[61] tree
λέγει δ̓ οὖν ὑστεροῦσα παρὰ πολύ·
s-461
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@699
λέγει δ̓ οὖν ὑστεροῦσα παρὰ πολύ·
[62] tree
Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
s-462
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@700
Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
[63] tree
ἀλλ̓ ἐγχεάτω μοι τέτταρας κοτύλας πιεῖν εἰς τὴν μεγάλην.
s-463
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@701
ἀλλ̓ ἐγχεάτω μοι τέτταρας κοτύλας πιεῖν εἰς τὴν μεγάλην.
[64] tree
ἔπειτεν βασιλεὺς λέγει·
s-464
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@702
ἔπειτεν ὁ βασιλεὺς λέγει·
[65] tree
δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.
s-465
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@704
δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.
[66] tree
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
s-466
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@705
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
[67] tree
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν Μοίριχος μέγ̓, εἶπεν·
s-467
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@706
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν ὁ Μοίριχος μέγ̓, εἶπεν·
[68] tree
οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
s-468
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@707
οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
[69] tree
περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.
s-469
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@708
περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.
[70] tree
Πύθων, φήσ̓, ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, ἐπ̓ αἴγεἰ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.
s-470
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@710
Πύθων, φήσ̓, ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, ἐπ̓ αἴγεἰ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.
[71] tree
μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων.
s-471
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@711
μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων.
[72] tree
αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν.
s-472
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@712
αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν.
[73] tree
αὕτη δὲ ἦν γναφέως θυγάτηρ.
s-473
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@714
αὕτη δὲ ἦν γναφέως θυγάτηρ.
[74] tree
τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ.
s-474
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@716
τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ.
[75] tree
ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν.
s-475
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@717
ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν.
[76] tree
κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, δὲ τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;
s-476
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@718
κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἡ δὲ τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;
[77] tree
σφόδρα δ̓ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις Γνάθαινα.
s-477
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@719
σφόδρα δ̓ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα.
[78] tree
καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ̓ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι·
s-478
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@720
καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ̓ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι·
[79] tree
διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν.
s-479
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@721
διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν.
[80] tree
κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα Γλυκέρα τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, Στίλπων.
s-480
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@722
κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων.
[81] tree
γυνὴ τοι σώματος δἰ ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.
s-481
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@726
γυνὴ τοι σώματος δἰ ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.
[82] tree
Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν Λυγκεύς.
s-482
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@727
Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν ὁ Λυγκεύς.
[83] tree
παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, χαριέντως γ̓, ἔφη, νεανίσκε, τὸ σωμάτιον διάκεισαι.
s-483
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@728
παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, χαριέντως γ̓, ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι.
[84] tree
τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;
s-484
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@729
τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;
[85] tree
τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.
s-485
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@730
τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.
[86] tree
Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.
s-486
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@731
Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, ὁ λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.
[87] tree
νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον θάρρει, παιδίον;
s-487
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@733
νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον θάρρει, παιδίον;
[88] tree
οὐ γὰρ στεφανίτης ἀγών ἐστιν, ἀλλ̓ ἀργυρίτης.
s-488
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@734
οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ̓ ἀργυρίτης.
[89] tree
Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ εἰ δὲ λίθον, ἔφη, εἶχες, ἀποψήσασθαι ἄν σοι ἔδωκα.
s-489
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@736
Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ εἰ δὲ λίθον, ἔφη, εἶχες, ἀποψήσασθαι ἄν σοι ἔδωκα.
[90] tree
Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ̓ ἀγῶνός τινος, ἐν τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παῤ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.
s-490
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@739
Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ̓ ἀγῶνός τινος, ἐν ᾧ τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παῤ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.
[91] tree
πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ̓ Ἑλλησπόντου πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ;
s-491
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@740
πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ̓ Ἑλλησπόντου πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ;
[92] tree
τοῦ δ̓ εἰπόντος εἰς ποίαν; εἰς Σίγειον εἶπεν.
s-492
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@741
τοῦ δ̓ εἰπόντος εἰς ποίαν; εἰς Σίγειον εἶπεν.
[93] tree
Χαιρεφῶντος δ̓ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ Γνάθαινα λαβέ, ἔφησεν, ὑπερήφανε.
s-493
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@744
Χαιρεφῶντος δ̓ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ ἡ Γνάθαινα λαβέ, ἔφησεν, ὑπερήφανε.
[94] tree
τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;
s-494
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@748
τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;
[95] tree
Μετάνειρα δὲ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.
s-495
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@750
Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.
[96] tree
διαπηδῶντος δ̓ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην πρόσεχε, φησί, μὴ ἀνατραπῇς.
s-496
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@751
διαπηδῶντος δ̓ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην πρόσεχε, φησί, μὴ ἀνατραπῇς.
[97] tree
τοῦτο ἱστορεῖ Ἡγήσανδρος.
s-497
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@752
τοῦτο ἱστορεῖ Ἡγήσανδρος.
[98] tree
Ἀριστόδημος δ̓ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας·
s-498
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@753
Ἀριστόδημος δ̓ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας·
[99] tree
ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος πῶς; ἔφησεν·
s-499
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@754
ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος πῶς; ἔφησεν·
[100] tree
ἐμμελὴς δ̓ ἦν πάνυ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι·
s-500
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@758
ἐμμελὴς δ̓ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι·

Edit as listText viewDependency trees