Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | test |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 301 - 400 of 763 • previous • next
νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι.
s-301
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@482
νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι.
διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα·
s-302
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@484
διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα·
αἵδ̓ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
s-303
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@485
αἵδ̓ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ̓ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
s-304
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@486
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ̓ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
s-305
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@487
καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας.
s-306
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@488
ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας.
διόπερ ἔφη·
s-307
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@490
διόπερ ἔφη·
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ̓ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ̓ εὐχωλαῖς ἰανθείς.
s-308
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@491
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ̓ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ̓ εὐχωλαῖς ἰανθείς.
ἤρξατο δ̓ οὕτως τοῦ μέλους·
s-309
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@492
ἤρξατο δ̓ οὕτως τοῦ μέλους·
ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
s-310
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@494
ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
ἀρξάμενος θ̓ οὕτως ἑξῆς φησιν·
s-311
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@496
ἀρξάμενος θ̓ οὕτως ἑξῆς φησιν·
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί.
s-312
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@497
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί.
πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
s-313
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@499
πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
s-314
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@500
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν.
s-315
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@501
ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν.
Ἀφροδίσἰ ἦγε ταῖς ἑταίραις ἡ πόλις, ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις.
s-316
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@502
Ἀφροδίσἰ ἦγε ταῖς ἑταίραις ἡ πόλις, ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις.
ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως·
s-317
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@504
ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως·
ἀνάθημα δ̓ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.
s-318
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@506
ἀνάθημα δ̓ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.
καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ ὁ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην·
s-319
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@510
καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ ὁ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην·
ὑφ̓ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου.
s-320
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@511
ὑφ̓ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου.
εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι·
s-321
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@512
εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι·
ἐφ̓ ᾧ καὶ κατ̓ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως·
s-322
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@513
ἐφ̓ ᾧ καὶ κατ̓ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως·
ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην.
s-323
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@514
ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην.
οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν πολλοὺς ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν·
s-324
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@515
οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν πολλοὺς ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν·
γράφει δὲ οὕτως·
s-325
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@516
γράφει δὲ οὕτως·
Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν.
s-326
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@517
Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν.
τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις·
s-327
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@519
τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις·
περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ̓ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν.
s-328
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@520
περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ̓ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν.
διετέλουν γοῦν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν.
s-329
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@521
διετέλουν γοῦν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν.
ἦν δὲ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός.
s-330
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@522
ἦν δὲ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός.
πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος·
s-331
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@523
πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος·
ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων.
s-332
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@524
ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων.
καὶ μετ̓ οὐ πολὺν χρόνον ὁ Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα.
s-333
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@525
καὶ μετ̓ οὐ πολὺν χρόνον ὁ Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα.
ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν ὁ πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων·
s-334
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@526
ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν ὁ πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων·
ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους.
s-335
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@527
ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους.
περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι·
s-336
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@528
περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι·
τούτου γὰρ κεκλήσῃ γυνή.
s-337
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@529
τούτου γὰρ κεκλήσῃ γυνή.
κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν·
s-338
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@530
κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν·
ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι.
s-339
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@531
ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι.
ὁ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους.
s-340
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@532
ὁ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους.
πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν.
s-341
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@533
πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν.
καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παῤ αὐτὴν·
s-342
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@534
καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παῤ αὐτὴν·
ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης.̓
s-343
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@535
ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης.̓
ἡ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην·
s-344
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@536
ἡ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην·
καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν.
s-345
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@537
καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν.
καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.
s-346
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@540
καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.
τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως·
s-347
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@541
τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως·
Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν.
s-348
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@542
Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν.
οὗτος ὁ Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην.
s-349
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@544
οὗτος ὁ Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην.
ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον·
s-350
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@545
ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον·
ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων·
s-351
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@546
ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων·
ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δἰ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ·
s-352
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@548
ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δἰ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ·
ὄνομα δ̓ ἦν τῇ παιδὶ Πέττα.
s-353
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@549
ὄνομα δ̓ ἦν τῇ παιδὶ Πέττα.
καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον·
s-354
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@551
καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον·
Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.
s-355
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@552
Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.
Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ;
s-356
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@553
Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ;
ἦσαν αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον.
s-357
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@554
ἦσαν αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον.
οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου;
s-358
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@555
οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου;
ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι·
s-359
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@556
ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι·
ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
s-360
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@558
ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην λεγομένην εἶχε συστρατευομένην;
s-361
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@560
Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην λεγομένην εἶχε συστρατευομένην;
ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι.
s-362
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@561
ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι.
συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς.
s-363
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@562
συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς.
ὁ δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθ̓ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν;
s-364
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@563
ὁ δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθ̓ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν;
περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια.
s-365
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@564
περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια.
αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται;
s-366
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@568
αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται;
τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν;
s-367
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@570
τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν;
Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμὸν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν τῶν ἐπ̓ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα.
s-368
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@571
Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμὸν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν τῶν ἐπ̓ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα.
Τιμόθεος δ̓ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ̓ ἄλλως τοὺς τρόπους.
s-369
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@572
Τιμόθεος δ̓ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ̓ ἄλλως τοὺς τρόπους.
μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους.
s-370
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@573
μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους.
ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δἰ αὐτὴν Κόνωνός εἰμι υἱός.
s-371
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@574
ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δἰ αὐτὴν Κόνωνός εἰμι υἱός.
Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν.
s-372
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@575
Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν.
Δημήτριος δ̓ ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν;
s-373
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@577
Δημήτριος δ̓ ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν;
τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν.
s-374
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@578
τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν.
ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς ὁ Δημήτριος καὶ ἄλλων δὲ πλειόνων.
s-375
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@579
ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς ὁ Δημήτριος καὶ ἄλλων δὲ πλειόνων.
Μάχων δ̓ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως·
s-376
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@580
Μάχων δ̓ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως·
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ̓ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναὶ θ̓.
s-377
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@581
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ̓ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναὶ θ̓.
ἡ δὲ τοῦτ̓ ἀπεκρίθη·
s-378
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@582
ἡ δὲ τοῦτ̓ ἀπεκρίθη·
πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.
s-379
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@583
πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.
πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει·
s-380
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@585
πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει·
Δημήτριός ποθ̓ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
s-381
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@586
Δημήτριός ποθ̓ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
ἡ Λάμια δ̓ ἦν αὐλητρίς ἧς σφόδῤ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
s-382
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@587
ἡ Λάμια δ̓ ἦν αὐλητρίς ἧς σφόδῤ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσ̓ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις τουτὶ γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
s-383
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@588
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσ̓ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις τουτὶ γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
κείνη δὲ γελάσασ̓ ἀλλὰ τοῦτ̓, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
s-384
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@589
κείνη δὲ γελάσασ̓ ἀλλὰ τοῦτ̓, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
Δημήτριος δ̓ εἶπ̓·
s-385
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@590
Δημήτριος δ̓ εἶπ̓·
ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ̓ ἐστί, Λάμια, βασιλικῆς.
s-386
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@591
ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ̓ ἐστί, Λάμια, βασιλικῆς.
Πτολεμαῖος δ̓ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν·
s-387
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@592
Πτολεμαῖος δ̓ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν·
Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου·
s-388
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@594
Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου·
περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν·
s-389
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@596
περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν·
ἴσως δ̓ ἂν ἀπορήσαι τις εὐλόγως θ̓ ἅμα τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετ̓ ἢ ἐνομίσθη Μανία.
s-390
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@597
ἴσως δ̓ ἂν ἀπορήσαι τις εὐλόγως θ̓ ἅμα τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετ̓ ἢ ἐνομίσθη Μανία.
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ̓ ἦν ὄνομα.
s-391
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@599
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ̓ ἦν ὄνομα.
τῷ μεγέθει μὲν ἦν τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
s-392
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@600
τῷ μεγέθει μὲν ἦν τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
ἡνίκα τις σκώψειε γάρ, ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα, αὐτὴ θ̓ ὅτ̓ ἐπαινοίη τιν̓ ἢ ψέγοι πάλιν, ἐπ̓ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
s-393
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@602
ἡνίκα τις σκώψειε γάρ, ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα, αὐτὴ θ̓ ὅτ̓ ἐπαινοίη τιν̓ ἢ ψέγοι πάλιν, ἐπ̓ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
διὸ τῆς μανίας τὸ ῥῆμ̓ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
s-394
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@603
διὸ τῆς μανίας τὸ ῥῆμ̓ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ̓, ἡ Μανία·
s-395
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@605
ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ̓, ἡ Μανία·
Γνάθαινα δ̓ εἰς τὰ στρώμαθ̓ ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
s-396
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@606
Γνάθαινα δ̓ εἰς τὰ στρώμαθ̓ ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
ὑπολαβοῦσ̓ ἡ Μανία ἔδωκ̓ ἄν, ἵν̓ εἶχες, φήσ̓, ἀποψᾶσθαι, τάλαν.
s-397
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@608
ὑπολαβοῦσ̓ ἡ Μανία ἔδωκ̓ ἄν, ἵν̓ εἶχες, φήσ̓, ἀποψᾶσθαι, τάλαν.
ὅτι δ̓ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει·
s-398
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@609
ὅτι δ̓ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει·
τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ̓ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός.
s-399
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@610
τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ̓ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός.
ὑπὸ δ̓ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδῤ ἠγανάκτησ̓.
s-400
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@611
ὑπὸ δ̓ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδῤ ἠγανάκτησ̓.
Edit as list • Text view • Dependency trees