Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 501 - 600 of 763 • previousnext


[1] tree
ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ̓ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων.
s-501
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@759
ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ̓ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων.
[2] tree
ἀνέγραψε δ̓ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο·
s-502
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@760
ἀνέγραψε δ̓ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο·
[3] tree
ὅδε νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, στίχων τριακοσίων εἴκοσι τριῶν.
s-503
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@761
ὅδε ὁ νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, στίχων τριακοσίων εἴκοσι τριῶν.
[4] tree
Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο.
s-504
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@762
Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο.
[5] tree
εἶπε.
s-505
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@764
εἶπε.
[6] tree
Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι·
s-506
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@767
Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι·
[7] tree
δ̓ οὐ θέλω εἶπεν.
s-507
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@768
ὁ δ̓ οὐ θέλω εἶπεν.
[8] tree
ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ.
s-508
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@769
ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ.
[9] tree
δὲ ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.
s-509
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@770
ἡ δὲ ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.
[10] tree
Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.
s-510
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@771
Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.
[11] tree
Λεόντιον κατακειμένη μετ̓ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν.
s-511
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@772
Λεόντιον κατακειμένη μετ̓ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν.
[12] tree
ὡς δ̓ ἐπιστρέψας γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ὑστέρα με λυπεῖ ἔφη.
s-512
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@773
ὡς δ̓ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ἡ ὑστέρα με λυπεῖ ἔφη.
[13] tree
πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι.
s-513
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@774
πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι.
[14] tree
δ̓ οὐ δύναμαι εἶπε·
s-514
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@775
ἡ δ̓ οὐ δύναμαι εἶπε·
[15] tree
πηλὸς ἐστι.
s-515
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@776
πηλὸς ἐστι.
[16] tree
Θαῒς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν·
s-516
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@777
Θαῒς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν·
[17] tree
Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην λαβέ, εἶπε, καὶ ταῦτα τράγε.
s-517
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@779
Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην λαβέ, εἶπε, καὶ ταῦτα τράγε.
[18] tree
ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν ὅτι ψυχαγωγοῦσιν.
s-518
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@781
ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν ὅτι ψυχαγωγοῦσιν.
[19] tree
μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ̓ ὑπόκρισιν ἐσκυθρώπασεν.
s-519
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@782
μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ̓ ὑπόκρισιν ἐσκυθρώπασεν.
[20] tree
ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.
s-520
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@783
ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.
[21] tree
φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν Ἀφροδίσιον εἶ Πραξιτέλους·
s-521
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@784
φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν Ἀφροδίσιον εἶ Πραξιτέλους·
[22] tree
Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης.
s-522
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@787
Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης.
[23] tree
περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.
s-523
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@790
περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.
[24] tree
Ὑπερείδης δ̓ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί·
s-524
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@791
Ὑπερείδης δ̓ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί·
[25] tree
καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.
s-525
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@792
καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.
[26] tree
αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.
s-526
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@795
αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.
[27] tree
Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην ἐπικληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν.
s-527
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@796
Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην ἐπικληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν.
[28] tree
δ̓ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει·
s-528
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@797
ὁ δ̓ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει·
[29] tree
περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν·
s-529
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@800
περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν·
[30] tree
τὰ ὅμοια δ̓ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις.
s-530
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@804
τὰ ὅμοια δ̓ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις.
[31] tree
δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν Καταναῖος αὐτὸς βασιλεὺς Ἀλέξανδρος, φησίν·
s-531
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@805
ὁ δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος, φησίν·
[32] tree
καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
s-532
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@806
καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
[33] tree
Γλυκέρας σῖτος οὗτος ἦν·
s-533
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@808
Γλυκέρας ὁ σῖτος οὗτος ἦν·
[34] tree
Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.
s-534
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@811
Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.
[35] tree
μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν.
s-535
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@812
μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν.
[36] tree
οὐ γὰρ εὑρίσκομεν παῤ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου Φιλυλλίου Ἄντειά ἐστιν.
s-536
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@813
οὐ γὰρ εὑρίσκομεν παῤ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου ἢ Φιλυλλίου Ἄντειά ἐστιν.
[37] tree
καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς.
s-537
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@814
καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς.
[38] tree
ἐπώνυμον δ̓ ἐστὶ τοῦτο ἑταίρας·
s-538
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@816
ἐπώνυμον δ̓ ἐστὶ τοῦτο ἑταίρας·
[39] tree
καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει.
s-539
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@818
καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει.
[40] tree
Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
s-540
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@819
Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
[41] tree
αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι.
s-541
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@820
αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι.
[42] tree
ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ̓ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ̓ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος·
s-542
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@821
ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ̓ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ̓ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος·
[43] tree
ἀλλ̓ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως·
s-543
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@822
ἀλλ̓ ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως·
[44] tree
ἑωθινὸς γάρ, πρίν τιν̓ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
s-544
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@823
ἑωθινὸς γάρ, πρίν τιν̓ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
[45] tree
μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως·
s-545
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@824
μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως·
[46] tree
Μένανδρος δ̓ ἐν Ψευδηρακλεῖ φησιν οὐκ ἐπείρα Νάννιον;
s-546
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@826
Μένανδρος δ̓ ἐν Ψευδηρακλεῖ φησιν οὐκ ἐπείρα Νάννιον;
[47] tree
ἦν δὲ Κορώνη τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.
s-547
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@828
ἦν δὲ Κορώνη τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.
[48] tree
καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
s-548
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@829
καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
[49] tree
ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως.
s-549
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@831
ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως.
[50] tree
καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β̓ λέγων οὕτως·
s-550
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@832
καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β̓ λέγων οὕτως·
[51] tree
Μένανδρος δ̓ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας·
s-551
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@836
Μένανδρος δ̓ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας·
[52] tree
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
s-552
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@837
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
[53] tree
Θεολύτην δ̓ οὐδ̓ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
s-553
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@840
Θεολύτην δ̓ οὐδ̓ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
[54] tree
οὐχὶ Λαὶς μὲν τελευτῶσ̓ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
s-554
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@841
οὐχὶ Λαὶς μὲν τελευτῶσ̓ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
[55] tree
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
s-555
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@842
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
[56] tree
περὶ δὲ Ναίδος σιωπῶ·
s-556
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@843
περὶ δὲ Ναίδος σιωπῶ·
[57] tree
γομφίους γὰρ οὐκ ἔχει.
s-557
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@844
γομφίους γὰρ οὐκ ἔχει.
[58] tree
κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων·
s-558
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@848
κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων·
[59] tree
ἐπ̓ ἄλλο δ̓ εἶδος μεταβήσομαι λόγων.
s-559
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@849
ἐπ̓ ἄλλο δ̓ εἶδος μεταβήσομαι λόγων.
[60] tree
καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου·
s-560
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@850
καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου·
[61] tree
ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος·
s-561
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@851
ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος·
[62] tree
μακαρίζω σε, οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.
s-562
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@852
μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.
[63] tree
οὗτος οὖν Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην;
s-563
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@854
οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην;
[64] tree
δὲ οὐδ̓ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν;
s-564
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@855
ἡ δὲ οὐδ̓ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν;
[65] tree
Ἀπελλῆς δὲ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον.
s-565
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@858
Ἀπελλῆς δὲ ὁ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον.
[66] tree
χλευασάντων δ̓ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ̓ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, μὴ θαυμάσητε, εἶπεν·
s-566
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@859
χλευασάντων δ̓ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ̓ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, μὴ θαυμάσητε, εἶπεν·
[67] tree
ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ̓ οὐδ̓ ὅλην τριετίαν καλὴν δείξω.
s-567
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@860
ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ̓ οὐδ̓ ὅλην τριετίαν καλὴν δείξω.
[68] tree
τὸ δ̓ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν·
s-568
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@861
τὸ δ̓ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν·
[69] tree
ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα·
s-569
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@862
ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα·
[70] tree
οὕτω δ̓ ἦν Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα.
s-570
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@864
οὕτω δ̓ ἦν ἡ Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα.
[71] tree
διαζηλοτυπουμένη δέ ποτε Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον πένητα οὐδ̓ ὑβριστικῶς αὐτοῖς χρωμένη.
s-571
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@865
διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ̓ ὑβριστικῶς αὐτοῖς χρωμένη.
[72] tree
Ἀρίστιππος δὲ κατ̓ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις·
s-572
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@866
Ἀρίστιππος δὲ κατ̓ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις·
[73] tree
Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ.
s-573
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@870
Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ.
[74] tree
ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν πρότερον ᾤκησαν ἄλλοι;
s-574
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@872
ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι;
[75] tree
οὐ γάρ ἔφη.
s-575
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@873
οὐ γάρ ἔφη.
[76] tree
οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν πολλοὶ κέχρηνται.
s-576
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@876
οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾗ πολλοὶ κέχρηνται.
[77] tree
Στράττις δ̓ ἐν Μακεδόσιν Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων·
s-577
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@878
Στράττις δ̓ ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων·
[78] tree
εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
s-578
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@879
εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
[79] tree
νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι·
s-579
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@881
νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι·
[80] tree
καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ.
s-580
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@884
καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ.
[81] tree
τῆσδὲ ποθ̓ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαίδος·
s-581
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@887
τῆσδὲ ποθ̓ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαίδος·
[82] tree
ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
s-582
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@888
ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
[83] tree
κεῖται δ̓ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
s-583
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@889
κεῖται δ̓ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
[84] tree
αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.
s-584
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@890
αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.
[85] tree
Ἀριστοτέλης δ̓ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις.
s-585
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@891
Ἀριστοτέλης δ̓ ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις.
[86] tree
δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα;
s-586
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@892
ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα;
[87] tree
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
s-587
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@894
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
[88] tree
δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, δἰ ὅσης ἤλθετε πυρκαιῆς.
s-588
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@895
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, δἰ ὅσης ἤλθετε πυρκαιῆς.
[89] tree
ἦν δ̓ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής·
s-589
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@897
ἦν δ̓ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής·
[90] tree
ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους.
s-590
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@898
ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους.
[91] tree
Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ̓ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις Λευκαδία·
s-591
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@902
Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ̓ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία·
[92] tree
ἣν Ὀλυμπιὰς τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.
s-592
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@903
ἣν Ὀλυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.
[93] tree
Φιλήμονα γὰρ οἶδα τοῦτ̓ εἰρηκότα ἐν Νεαίρᾳ·
s-593
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@905
Φιλήμονα γὰρ οἶδα τοῦτ̓ εἰρηκότα ἐν Νεαίρᾳ·
[94] tree
ὥσπερ Σέλευκος δεῦῤ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παῤ ἡμῶν ἀντιπέμψαι θηρίον.
s-594
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@906
ὥσπερ Σέλευκος δεῦῤ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παῤ ἡμῶν ἀντιπέμψαι θηρίον.
[95] tree
οὐ γὰρ γίγνεται τοῦτ̓ αὐτόθι.
s-595
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@909
οὐ γὰρ γίγνεται τοῦτ̓ αὐτόθι.
[96] tree
πρὸς ὃν Μυρτίλος ἔφη·
s-596
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@910
πρὸς ὃν ὁ Μυρτίλος ἔφη·
[97] tree
ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, Φοῖνιξ ἄττα γεραιέ.
s-597
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@911
ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους ἢ τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, Φοῖνιξ ἄττα γεραιέ.
[98] tree
μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως·
s-598
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@912
μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως·
[99] tree
ἄνοιγ̓, ἄνοιγε τὴν θύραν·
s-599
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@913
ἄνοιγ̓, ἄνοιγε τὴν θύραν·
[100] tree
ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, Σελεύκου τίγρις.
s-600
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@914
ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.

Edit as listText viewDependency trees