Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | test |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 201 - 300 of 763 • previous • next
Κόρινθον ἦλθον.
s-201
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@321
Κόρινθον ἦλθον.
ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην·
s-202
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@322
ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην·
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
s-203
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@323
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
οὕτω δ̓ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.
s-204
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@326
οὕτω δ̓ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.
ἐστὶν δ̓ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά·
s-205
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@327
ἐστὶν δ̓ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά·
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
s-206
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@328
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ·
s-207
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@329
διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ·
ἀλλ̓ ἔγωγ̓ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ̓ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ̓ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ̓ ἀναλίσκων ἐφ̓ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην.
s-208
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@330
ἀλλ̓ ἔγωγ̓ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ̓ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ̓ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ̓ ἀναλίσκων ἐφ̓ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην.
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ̓ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι·
s-209
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@331
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ̓ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι·
περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
s-210
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@332
περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων·
s-211
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@333
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων·
Ἄλεξις δ̓ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δἰ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται·
s-212
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@335
Ἄλεξις δ̓ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δἰ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται·
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ̓ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς.
s-213
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@336
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ̓ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς.
ἐπειδὰν δ̓ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.
s-214
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@337
ἐπειδὰν δ̓ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.
τυγχάνει μικρά τις οὖσα·
s-215
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@339
τυγχάνει μικρά τις οὖσα·
φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται.
s-216
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@340
φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται.
διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ̓ ἐξέρχεται·
s-217
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@342
διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ̓ ἐξέρχεται·
τοῦτο τοῦ μήκους ἀφεῖλεν.
s-218
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@343
τοῦτο τοῦ μήκους ἀφεῖλεν.
οὐκ ἔχει τις ἰσχία·
s-219
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@344
οὐκ ἔχει τις ἰσχία·
ὑπενέδυσ̓ ἐρραμμέν̓ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας.
s-220
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@345
ὑπενέδυσ̓ ἐρραμμέν̓ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας.
κοιλίαν ἁδρὰν ἔχει·
s-221
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@346
κοιλίαν ἁδρὰν ἔχει·
στηθί̓ ἔστ̓ αὐταῖσι τούτων ὧν ἔχουσ̓ οἱ κωμικοί·
s-222
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@347
στηθί̓ ἔστ̓ αὐταῖσι τούτων ὧν ἔχουσ̓ οἱ κωμικοί·
τὰς ὀφρῦς πυρρὰς ἔχει τις·
s-223
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@349
τὰς ὀφρῦς πυρρὰς ἔχει τις·
ζωγραφοῦσιν ἀσβόλῳ.
s-224
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@350
ζωγραφοῦσιν ἀσβόλῳ.
συμβέβηκ̓ εἶναι μέλαιναν·
s-225
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@351
συμβέβηκ̓ εἶναι μέλαιναν·
κατέπλασε ψιμυθίῳ.
s-226
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@352
κατέπλασε ψιμυθίῳ.
λευκόχρως λίαν τίς ἐστιν·
s-227
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@353
λευκόχρως λίαν τίς ἐστιν·
παιδέρωτ̓ ἐντρίβεται.
s-228
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@354
παιδέρωτ̓ ἐντρίβεται.
καλὸν ἔχει τοῦ σώματός τι·
s-229
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@355
καλὸν ἔχει τοῦ σώματός τι·
τοῦτο γυμνὸν δείκνυται.
s-230
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@356
τοῦτο γυμνὸν δείκνυται.
εὐφυεῖς ὀδόντας ἔσχεν·
s-231
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@357
εὐφυεῖς ὀδόντας ἔσχεν·
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ̓ ἑκάστοτε, ἡνίκ̓ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν·
s-232
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@359
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ̓ ἑκάστοτε, ἡνίκ̓ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν·
ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
s-233
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@361
ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
διὸ συμβουλεύω σοι, Θετταλὲ ποικιλόδιφρε, τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα.
s-234
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@362
διὸ συμβουλεύω σοι, Θετταλὲ ποικιλόδιφρε, τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα.
ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν.
s-235
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@363
ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν.
ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα·
s-236
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@364
ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα·
παῤ ὧν βεβαίως ἀσφαλῶς τ̓ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
s-237
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@366
παῤ ὧν βεβαίως ἀσφαλῶς τ̓ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
s-238
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@368
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
s-239
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@370
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων·
s-240
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@371
ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων·
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
s-241
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@372
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ἃς πῶς ποτ̓, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
s-242
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@378
ἃς πῶς ποτ̓, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
ἀλλ̓ ὅ γε Φιλήμων οὕτως φησί·
s-243
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@380
ἀλλ̓ ὅ γε Φιλήμων οὕτως φησί·
σὺ δ̓ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον·
s-244
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@381
σὺ δ̓ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον·
ἑστᾶσι γυμναί, μὴ ̓ξαπατηθῇς·
s-245
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@383
ἑστᾶσι γυμναί, μὴ ̓ξαπατηθῇς·
πάνθ̓ ὅρα.
s-246
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@384
πάνθ̓ ὅρα.
οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων·
s-247
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@385
οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων·
ἔχεις λυποῦν τι.
s-248
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@386
ἔχεις λυποῦν τι.
ἀλλ̓ ἡ θύρα ̓στ̓ ἀνεῳγμένη.
s-249
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@388
ἀλλ̓ ἡ θύρα ̓στ̓ ἀνεῳγμένη.
εἰσπήδησον·
s-250
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@390
εἰσπήδησον·
ἐξῆλθες·
s-251
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@393
ἐξῆλθες·
οἰμώζειν λέγ̓, ἀλλοτρία ̓στί σοι.
s-252
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@394
οἰμώζειν λέγ̓, ἀλλοτρία ̓στί σοι.
καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ̓ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν·
s-253
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@395
καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ̓ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν·
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
s-254
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@396
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
κᾆθ̓ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο·
s-255
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@397
κᾆθ̓ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο·
κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
s-256
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@398
κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει·
s-257
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@400
αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει·
ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
s-258
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@403
ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
κἄπειτα τοῦτ̓ εἶναι νομίζεται τέρας.
s-259
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@404
κἄπειτα τοῦτ̓ εἶναι νομίζεται τέρας.
καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ̓ ἂν τέρας.
s-260
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@405
καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ̓ ἂν τέρας.
αὕτη γὰρ ὁπότ̓ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ̓ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν·
s-261
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@406
αὕτη γὰρ ὁπότ̓ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ̓ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν·
ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
s-262
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@407
ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
οὕτω δὲ τιθασὸς γέγονεν ὥστ̓, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
s-263
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@409
οὕτω δὲ τιθασὸς γέγονεν ὥστ̓, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων·
s-264
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@410
μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων·
τὴν ἐκ Κορίνθου Λαΐδ̓ οἶσθα;
s-265
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@411
τὴν ἐκ Κορίνθου Λαΐδ̓ οἶσθα;
ἦν ἐκείνῃ τις φίλη Ἄντεια.
s-266
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@416
ἦν ἐκείνῃ τις φίλη Ἄντεια.
καὶ τοῦθ̓ ἡμέτερον ἦν παίγνιον.
s-267
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@418
καὶ τοῦθ̓ ἡμέτερον ἦν παίγνιον.
ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε.
s-268
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@421
ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε.
παῦσαι, γέρων ὢν, τοὺς τρόπους.
s-269
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@423
παῦσαι, γέρων ὢν, τοὺς τρόπους.
οὐκ οἶσθ̓ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ̓ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
s-270
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@424
οὐκ οἶσθ̓ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ̓ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς·
s-271
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@425
ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς·
οὐχ ὧδ̓ ἐμόγησαν ἐλπίδες ὥστ̓ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος.
s-272
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@431
οὐχ ὧδ̓ ἐμόγησαν ἐλπίδες ὥστ̓ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος.
ἔα, ἐπ̓ ἀριστέῤ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν.
s-273
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@434
ἔα, ἐπ̓ ἀριστέῤ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν.
δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν.
s-274
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@435
δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν.
περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως·
s-275
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@437
περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως·
τοῦτο δ̓ ἐστὶν φίλας.
s-276
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@439
τοῦτο δ̓ ἐστὶν φίλας.
τάδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
s-277
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@441
τάδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
s-278
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@443
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
πεποιήκατ̓ ἔργον οὐχ ἑταίρων γάρ, φίλαι, μὰ Δί̓ ἀλλ̓ ἑταίρων·
s-279
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@445
πεποιήκατ̓ ἔργον οὐχ ἑταίρων γάρ, φίλαι, μὰ Δί̓ ἀλλ̓ ἑταίρων·
ταὐτὰ δ̓ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδῤ εὔσχημον ποιεῖ.
s-280
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@446
ταὐτὰ δ̓ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδῤ εὔσχημον ποιεῖ.
περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν·
s-281
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@447
περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν·
ἔπειτὰ γ̓ εἰσίοντ̓, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως·
s-282
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@448
ἔπειτὰ γ̓ εἰσίοντ̓, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως·
Εὔβουλος δ̓ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν·
s-283
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@450
Εὔβουλος δ̓ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν·
οὗτος δ̓ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ̓ ἀφίκετο, ἀστῆς, ἐρήμου δ̓ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας.
s-284
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@453
οὗτος δ̓ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ̓ ἀφίκετο, ἀστῆς, ἐρήμου δ̓ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας.
αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
s-285
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@454
αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη.
s-286
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@456
ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη.
καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας δ̓ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς·
s-287
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@457
καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας δ̓ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς·
ἆῤ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις;
s-288
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@458
ἆῤ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις;
διὰ ταῦθ̓ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ̓ ἐπεδείπνει μεθ̓ ἡμῶν·
s-289
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@462
διὰ ταῦθ̓ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ̓ ἐπεδείπνει μεθ̓ ἡμῶν·
καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν·
s-290
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@464
καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν·
ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ̓ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
s-291
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@465
ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ̓ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.
s-292
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@466
τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.
περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν·
s-293
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@467
περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν·
οἶδα δὲ καὶ ἑορτὴν Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δἰ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε·
s-294
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@469
οἶδα δὲ καὶ ἑορτὴν Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δἰ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε·
τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες.
s-295
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@470
τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες.
ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι.
s-296
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@471
ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι.
θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.
s-297
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@472
θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.
Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος·
s-298
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@473
Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος·
Κλέαρχος δ̓ ἐν πρώτῳ Ἐρωτικῶν Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.
s-299
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@478
Κλέαρχος δ̓ ἐν πρώτῳ Ἐρωτικῶν Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.
καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας.
s-300
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@481
καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας.
Edit as list • Text view • Dependency trees