Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | test |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 101 - 200 of 763 • previous • next
δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα.
s-101
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@154
δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα.
ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας·
s-102
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@155
ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας·
ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων.
s-103
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@158
ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων.
ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν.
s-104
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@160
ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν.
ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος.
s-105
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@161
ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος.
Δοῦρις δ̓ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης·
s-106
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@165
Δοῦρις δ̓ ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης·
ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους.
s-107
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@167
ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους.
καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι·
s-108
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@168
καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι·
ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε·
s-109
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@169
ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε·
παίδευμα δ̓ Ἔρως σοφίας, ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς.
s-110
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@170
παίδευμα δ̓ Ἔρως σοφίας, ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς.
καὶ γὰρ ἄλυπον τέρψιν τιν̓ ἔχων εἰς ἐλπίδ̓ ἄγει.
s-111
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@171
καὶ γὰρ ἄλυπον τέρψιν τιν̓ ἔχων εἰς ἐλπίδ̓ ἄγει.
τοῖς δ̓ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ̓ ἀγρίων ναίοιμι τρόπων
s-112
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@172
τοῖς δ̓ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ̓ ἀγρίων ναίοιμι τρόπων
τὸ δ̓ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ̓ ὀρθῶς ὅταν ἔλθῃ.
s-113
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@173
τὸ δ̓ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ̓ ὀρθῶς ὅταν ἔλθῃ.
καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη·
s-114
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@174
καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη·
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
s-115
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@175
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε·
s-116
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@176
ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε·
σὺ δ̓, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
s-117
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@177
σὺ δ̓, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ, μὴ δρῶν δ̓ ὑπ̓ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
s-118
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@178
καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ, μὴ δρῶν δ̓ ὑπ̓ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν Ἔρωτα θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν.
s-119
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@180
διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν Ἔρωτα θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν.
ὧν ἑνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δἰ ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα μετιοῦσιν συναύξεται·
s-120
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@182
ὧν ἑνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δἰ ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα μετιοῦσιν συναύξεται·
Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης.
s-121
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@186
Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης.
καὶ Κρῆτες δ̓ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.
s-122
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@187
καὶ Κρῆτες δ̓ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.
ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ̓ αἰσχροῦ καὶ ἐπονειδίστου βίου.
s-123
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@188
ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ̓ αἰσχροῦ καὶ ἐπονειδίστου βίου.
δἰ ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις.
s-124
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@190
δἰ ὃν θεὸν καὶ Ἀθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτοι τὰς περὶ τὸν θεὸν τοῦτον πράξεις.
τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος·
s-125
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@191
τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος·
πορευομένῳ δ̓ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
s-126
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@192
πορευομένῳ δ̓ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ̓ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
s-127
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@193
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ̓ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ̓ ὑπόπτερον;
s-128
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@198
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ̓ ὑπόπτερον;
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ̓ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
s-129
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@199
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ̓ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα;
s-130
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@201
πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα;
διόπερ ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι δίδυμα( γὰρ) τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ̓ εὐαίωνι τύχᾳ, τὸ δ̓ ἐπὶ συγχύσει βιοτᾶς.
s-131
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@208
διόπερ ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι δίδυμα( γὰρ) τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ̓ εὐαίωνι τύχᾳ, τὸ δ̓ ἐπὶ συγχύσει βιοτᾶς.
ὁ δ̓ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως·
s-132
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@209
ὁ δ̓ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως·
τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις;
s-133
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@210
τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις;
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
s-134
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@213
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
s-135
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@214
ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ̓ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
s-136
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@215
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ̓ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
s-137
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@216
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις ὅτ̓ ἦν μετ̓ αὐτῶν.
s-138
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@221
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις ὅτ̓ ἦν μετ̓ αὐτῶν.
ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερὰ ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦῤ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.
s-139
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@222
ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερὰ ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦῤ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.
περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν·
s-140
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@223
περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν·
τί φῄς;
s-141
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@224
τί φῄς;
οὔτε τοῦτο πείθομαι οὔθ̓ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.
s-142
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@227
οὔτε τοῦτο πείθομαι οὔθ̓ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.
θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν·
s-143
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@232
θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν·
τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παῤ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν·
s-144
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@235
τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παῤ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν·
ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.
s-145
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@236
ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.
ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ̓ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.
s-146
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@238
ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ̓ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.
καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά.
s-147
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@239
καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά.
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
s-148
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@242
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν·
s-149
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@244
Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν·
τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν ἔρωτος, ἀστραπὴν τιν̓ ὀμμάτων ἔχει·
s-150
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@245
τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν ἔρωτος, ἀστραπὴν τιν̓ ὀμμάτων ἔχει·
ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ̓ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
s-151
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@246
ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ̓ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
Λικύμνιος δ̓ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς.
s-152
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@247
Λικύμνιος δ̓ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς.
λέγει δ̓ οὕτως·
s-153
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@248
λέγει δ̓ οὕτως·
ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον.
s-154
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@249
ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον.
στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ̓ ὄσσοις ἀμπέτασον χάριν.
s-155
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@251
στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ̓ ὄσσοις ἀμπέτασον χάριν.
ὁ δ̓ Ἀνακρέων τί φησίν;
s-156
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@252
ὁ δ̓ Ἀνακρέων τί φησίν;
ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ̓ οὐκ ἄεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις.
s-157
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@253
ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ̓ οὐκ ἄεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις.
Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.
s-158
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@260
Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.
ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους·
s-159
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@261
ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους·
οὐκ ἀκαίρως δ̓, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως·
s-160
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@263
οὐκ ἀκαίρως δ̓, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως·
χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν.
s-161
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@264
χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν.
λέγει δὲ οὕτως ὁ φιλόσοφος·
s-162
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@265
λέγει δὲ οὕτως ὁ φιλόσοφος·
τὸ ξύρεσθαι τὸν πώγωνα κατ̓ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ.
s-163
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@266
τὸ ξύρεσθαι τὸν πώγωνα κατ̓ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ.
καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.
s-164
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@267
καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.
διὸ καὶ Ἄλεξις ἔφη που·
s-165
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@268
διὸ καὶ Ἄλεξις ἔφη που·
ἂν πιττοκοπούμενὸν τιν̓ ἢ ξυρούμενον ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον·
s-166
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@269
ἂν πιττοκοπούμενὸν τιν̓ ἢ ξυρούμενον ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον·
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν.
s-167
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@270
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν.
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
s-168
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@271
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
δἰ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ̓ ὑπονοεῖς.
s-169
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@272
δἰ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ̓ ὑπονοεῖς.
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν·
s-170
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@273
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν·
μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα;
s-171
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@274
μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα;
ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ̓ εὑρηκέναι.
s-172
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@275
ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ̓ εὑρηκέναι.
ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ̓ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι.
s-173
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@276
ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ̓ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι.
ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.
s-174
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@277
ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.
καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.
s-175
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@278
καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.
βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα.
s-176
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@281
βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα.
ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος.
s-177
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@283
ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος.
καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν.
s-178
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@284
καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν.
Ἡρακλείδης δ̓ ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται παντὸς μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας.
s-179
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@286
Ἡρακλείδης δ̓ ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται παντὸς μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας.
διὸ καὶ φασὶν περὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται.
s-180
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@287
διὸ καὶ φασὶν περὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται.
Εὐριπίδης τε ἔφη·
s-181
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@288
Εὐριπίδης τε ἔφη·
καὶ οἱ παῤ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν·
s-182
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@290
καὶ οἱ παῤ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν·
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
s-183
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@292
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων.
s-184
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@293
ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικός, καίτοι ἐν δεινοῖς ὑπάρχων.
θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν·
s-185
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@294
θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν·
καλὸν δ̓ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν οὐδ̓ οὕτω γεραρόν·
s-186
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@295
καλὸν δ̓ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν οὐδ̓ οὕτω γεραρόν·
βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.
s-187
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@296
βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.
ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν.
s-188
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@298
ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν.
θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη κάλλεος εἵνεκα οἷο, ἵν̓ ἀθανάτοισι μετείῃ.
s-189
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@299
θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη κάλλεος εἵνεκα οἷο, ἵν̓ ἀθανάτοισι μετείῃ.
αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν;
s-190
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@300
αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν;
οἷς καὶ σύνεισιν·
s-191
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@302
οἷς καὶ σύνεισιν·
Σωκράτης δ̓ ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν;
s-192
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@305
Σωκράτης δ̓ ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν;
ἡμεῖς δ̓ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν;
s-193
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@307
ἡμεῖς δ̓ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν;
ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις.
s-194
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@308
ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις.
ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.
s-195
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@309
ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.
ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος·
s-196
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@311
ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος·
σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι.
s-197
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@313
σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι.
ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ̓ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν ἐρωτοδιδάσκαλε·
s-198
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@316
ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ̓ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν ἐρωτοδιδάσκαλε·
οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει.
s-199
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@317
οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει.
μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων.
s-200
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@319
μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων.
Edit as list • Text view • Dependency trees