Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 301 - 400 of 543 • previousnext


[1] tree
οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον·
s-301
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@666
οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον·
[2] tree
καὶ πρῶτοι μὲν Πέρσαι φ̓ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι·
s-302
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@667
καὶ πρῶτοι μὲν Πέρσαι φ̓ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι·
[3] tree
προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι.
s-303
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@669
προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι.
[4] tree
κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ̓ οὗ καθήμενος ἐχρημάτιζεν Ἀλέξανδρος τῶν σωματοφυλάκων πανταχόθεν ἐφεστηκότων.
s-304
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@670
κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ̓ οὗ καθήμενος ἐχρημάτιζεν ὁ Ἀλέξανδρος τῶν σωματοφυλάκων πανταχόθεν ἐφεστηκότων.
[5] tree
ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι Μακεδονικὰς στολὰς ἔχοντες, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην.
s-305
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@671
ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι Μακεδονικὰς στολὰς ἔχοντες, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην.
[6] tree
τοσούτων δὲ ὄντων καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ·
s-306
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@672
τοσούτων δὲ ὄντων καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ·
[7] tree
τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα.
s-307
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@673
τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα.
[8] tree
ἔγραψεν δὲ καὶ ποτε Ἀλέξανδρος ταῖς ἐν Ἰωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν.
s-308
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@674
ἔγραψεν δὲ καὶ ποτε Ἀλέξανδρος ταῖς ἐν Ἰωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν.
[9] tree
ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς.
s-309
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@675
ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς.
[10] tree
ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παῤ Ὁμήρῳ εἰρημένον·
s-310
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@676
ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παῤ Ὁμήρῳ εἰρημένον·
[11] tree
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
s-311
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@677
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
[12] tree
Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν.
s-312
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@678
Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν.
[13] tree
ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων.
s-313
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@680
ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων.
[14] tree
ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.
s-314
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@681
ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.
[15] tree
ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου λέγων τοῦ ἐπ̓ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ̓ ἡμέραν ὀχλικάς·
s-315
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@682
ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου λέγων τοῦ ἐπ̓ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ̓ ἡμέραν ὀχλικάς·
[16] tree
ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα·
s-316
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@683
ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα·
[17] tree
Κλύτος δ̓ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτην φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ̓ ἐκ Σικελίας.
s-317
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@685
Κλύτος δ̓ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτην φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ̓ ἐκ Σικελίας.
[18] tree
Ἄλεξις δ̓ ἐν τρίτῳ Σαμίων Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ̓ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ̓ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς.
s-318
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@686
Ἄλεξις δ̓ ἐν τρίτῳ Σαμίων Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ̓ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ̓ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς.
[19] tree
μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις.
s-319
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@687
μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις.
[20] tree
πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς γάμον μείζονας ὑποδοχὰς ποιουμένοις.
s-320
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@688
πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις.
[21] tree
ὅτε καὶ δἰ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον.
s-321
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@690
ὅτε καὶ δἰ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον.
[22] tree
πρῶτος δ̓ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν.
s-322
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@691
πρῶτος δ̓ ὁ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν.
[23] tree
Κλέαρχος δέ φησιν ὡς Πολυκράτης τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά.
s-323
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@692
Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά.
[24] tree
ὅθεν τῷ τ̓ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα.
s-324
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@693
ὅθεν τῷ τ̓ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα.
[25] tree
οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο,
s-325
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@698
οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο,
[26] tree
οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις καὶ κ̓ ταλάντων.
s-326
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@700
οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ῤ καὶ κ̓ ταλάντων.
[27] tree
ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων.
s-327
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@701
ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων.
[28] tree
εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί.
s-328
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@703
εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί.
[29] tree
ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος διὰ τῆς ἑβδόμης.
s-329
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@704
ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος διὰ τῆς ἑβδόμης.
[30] tree
περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις πληροῦσθαί φησιν παῤ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων.
s-330
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@705
περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις πληροῦσθαί φησιν παῤ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων.
[31] tree
καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως·
s-331
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@706
καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως·
[32] tree
καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος.
s-332
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@708
καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος.
[33] tree
τοιγαροῦν μετ̓ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ̓ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς·
s-333
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@709
τοιγαροῦν μετ̓ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ̓ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς·
[34] tree
ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν̓ τροφὴ σιτοποιουμένων κατεδεσθῇ·
s-334
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@712
ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν̓ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ·
[35] tree
τὰ δὲ λείψανα κατεπόντωσαν.
s-335
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@713
τὰ δὲ λείψανα κατεπόντωσαν.
[36] tree
αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν.
s-336
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@714
αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν.
[37] tree
εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.
s-337
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@715
εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.
[38] tree
Διόδωρος δ̓ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ κατασκευάσαι Γέλωνι κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ̓, βάθος δὲ πηχῶν κ̓, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι·
s-338
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@716
Διόδωρος δ̓ ὁ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ κατασκευάσαι Γέλωνι κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ̓, βάθος δὲ πηχῶν κ̓, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι·
[39] tree
ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα.
s-339
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@718
ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα.
[40] tree
Σιληνὸς δ̓ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν χρηματίζειν Ἱέρωνα τὸν βασιλέα
s-340
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@720
Σιληνὸς δ̓ ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν Ἱέρωνα τὸν βασιλέα
[41] tree
δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν.
s-341
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@721
ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν.
[42] tree
τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν.
s-342
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@723
τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν.
[43] tree
ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.
s-343
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@724
ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.
[44] tree
Δημήτριος δ̓ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ̓ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ̓ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων.
s-344
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@725
Δημήτριος δ̓ ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ̓ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ̓ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων.
[45] tree
ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν.
s-345
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@727
ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν.
[46] tree
ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν·
s-346
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@729
ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν·
[47] tree
ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι.
s-347
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@730
ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι.
[48] tree
ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν χορὸς εἰς αὐτὸν ποιήματα Καστορίωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο·
s-348
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@731
ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Καστορίωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο·
[49] tree
ἐξόχως δ̓ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖσι γεραίρει.
s-349
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@732
ἐξόχως δ̓ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖσι γεραίρει.
[50] tree
Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν.
s-350
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@734
Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν.
[51] tree
καὶ κατ̓ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν.
s-351
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@735
καὶ κατ̓ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν.
[52] tree
ὡς δ̓ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ̓ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων.
s-352
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@736
ὡς δ̓ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ̓ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων.
[53] tree
ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν·
s-353
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@737
ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν·
[54] tree
καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ̓ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν̓ ὀφθεῖεν αὐτῷ,
s-354
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@738
καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ̓ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν̓ ὀφθεῖεν αὐτῷ,
[55] tree
διαβόητος δ̓ ἦν παρὰ Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος.
s-355
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@740
διαβόητος δ̓ ἦν παρὰ Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος.
[56] tree
περὶ γὰρ Ἀπικίου προειρήκαμεν.
s-356
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@741
περὶ γὰρ Ἀπικίου προειρήκαμεν.
[57] tree
Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι.
s-357
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@742
Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι.
[58] tree
διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι δεύτερον τοῦτον Σπάρτη φέρει Παυσανίαν.
s-358
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@743
διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.
[59] tree
Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων.
s-359
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@744
Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων.
[60] tree
γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.
s-360
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@745
γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.
[61] tree
οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιόν τὸν Ἐφέσιον ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις.
s-361
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@746
οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιόν τὸν Ἐφέσιον ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις.
[62] tree
οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ̓ αὐτοῦ ἐπιτελουμένοις ἔργοις·
s-362
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@747
οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ̓ αὐτοῦ ἐπιτελουμένοις ἔργοις·
[63] tree
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ̓ ἔγραψεν.
s-363
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@748
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ̓ ἔγραψεν.
[64] tree
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ῥαβδοδίαιτος ἀνήρ.
s-364
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@749
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ῥαβδοδίαιτος ἀνήρ.
[65] tree
ἐπέγραψεν δ̓ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε·
s-365
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@750
ἐπέγραψεν δ̓ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε·
[66] tree
οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ̓ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
s-366
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@752
οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ̓ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
[67] tree
ηὔχησε δ̓ ἀνεμεσήτως ἐν τούτοις·
s-367
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@753
ηὔχησε δ̓ ἀνεμεσήτως ἐν τούτοις·
[68] tree
εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε·
s-368
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@754
εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε·
[69] tree
φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ̓ ἡμετέρης·
s-369
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@755
φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ̓ ἡμετέρης·
[70] tree
ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος.
s-370
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@756
ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος.
[71] tree
ἀμώμητον δ̓ οὐδὲν ἔγεντο βροτοῖς.
s-371
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@757
ἀμώμητον δ̓ οὐδὲν ἔγεντο βροτοῖς.
[72] tree
ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας.
s-372
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@759
ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας.
[73] tree
ἀλλ̓ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας·
s-373
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@760
ἀλλ̓ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας·
[74] tree
τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα.
s-374
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@761
τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα.
[75] tree
ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι·
s-375
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@762
ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι·
[76] tree
οἷος δ̓ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δἰ ὕπνου, τοῖος ὅδ̓ ἐστὶν ὁρᾶν.
s-376
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@763
οἷος δ̓ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δἰ ὕπνου, τοῖος ὅδ̓ ἐστὶν ὁρᾶν.
[77] tree
ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες.
s-377
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@767
ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες.
[78] tree
Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος.
s-378
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@769
Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος.
[79] tree
Ἡγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παῤ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι.
s-379
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@770
Ἡγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παῤ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι.
[80] tree
καὶ ἐν ἄλλοις δὲ φησιν Ἡγήσανδρος·
s-380
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@772
καὶ ἐν ἄλλοις δὲ φησιν ὁ Ἡγήσανδρος·
[81] tree
Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ̓ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ̓ Ἀντιφῶντος, εἰ δ̓ ἁλιευόμενος ἐτύγχανον ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;
s-381
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@773
Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ̓ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ̓ Ἀντιφῶντος, εἰ δ̓ ἁλιευόμενος ἐτύγχανον ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;
[82] tree
διέτριβεν δ̓ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν·
s-382
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@774
διέτριβεν δ̓ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν·
[83] tree
διὸ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν.
s-383
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@775
διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν.
[84] tree
δ̓ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν ἔχω καὶ οὐκ ἔχομαι.
s-384
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@776
ὁ δ̓ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν ἔχω καὶ οὐκ ἔχομαι.
[85] tree
καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν.
s-385
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@777
καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν.
[86] tree
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε·
s-386
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@780
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε·
[87] tree
δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο.
s-387
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@781
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο.
[88] tree
Ἀντιφάνης δ̓ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν·
s-388
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@784
Ἀντιφάνης δ̓ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν·
[89] tree
τάν, κατανοεῖς τίς ποτ̓ ἐστὶν οὑτοσὶ γέρων;
s-389
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@786
ὦ τάν, κατανοεῖς τίς ποτ̓ ἐστὶν οὑτοσὶ ὁ γέρων;
[90] tree
ὅλως αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.
s-390
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@790
ὅλως αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.
[91] tree
Ἀριστόξενος δ̓ μουσικὸς ἐν τῷ Ἀρχύτα βίῳ ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ.
s-391
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@791
Ἀριστόξενος δ̓ ὁ μουσικὸς ἐν τῷ Ἀρχύτα βίῳ ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ.
[92] tree
ἐμοὶ μέν, ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι.
s-392
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@794
ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι.
[93] tree
γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος·
s-393
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@795
ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος·
[94] tree
προφέρειν δ̓ ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς καὶ εἲ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει·
s-394
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@798
προφέρειν δ̓ ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς καὶ εἲ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει·
[95] tree
οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονὴν·
s-395
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@800
οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονὴν·
[96] tree
ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον.
s-396
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@803
ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον.
[97] tree
πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί.
s-397
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@808
πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί.
[98] tree
δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον.
s-398
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@809
δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον.
[99] tree
ἐκείνῳ μὲν γὰρ τε Ἀσία ὅλη χορηγεῖ..., τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον.
s-399
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@810
ἐκείνῳ μὲν γὰρ ἥ τε Ἀσία ὅλη χορηγεῖ..., τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον.
[100] tree
αὕτη δ̓ ἐστὶν τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις.
s-400
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@813
αὕτη δ̓ ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις.

Edit as listText viewDependency trees