Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | test |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 401 - 500 of 543 • previous • next
οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος·
s-401
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@814
οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος·
καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής.
s-402
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@815
καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής.
πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο·
s-403
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@816
πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο·
ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα, ὥστε παῤ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ.
s-404
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@820
ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα, ὥστε παῤ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ.
μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκόμισαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχὴν·
s-405
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@821
μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκόμισαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχὴν·
καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγ̓ τῶν Ἱστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης.
s-406
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@823
καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγ̓ τῶν Ἱστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης.
καὶ τὸν θάνατον δ̓ ἀποσημαίνων τοῦ βασιλέως φησίν·
s-407
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@826
καὶ τὸν θάνατον δ̓ ἀποσημαίνων τοῦ βασιλέως φησίν·
φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς.
s-408
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@828
φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς.
Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐταῦ Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
s-409
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@829
Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐταῦ Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
φησὶν γάρ·
s-410
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@832
φησὶν γάρ·
οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δἰ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δἰ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ̓ ὄψιν ἡδείας κινήσεις.
s-411
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@833
οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δἰ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δἰ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ̓ ὄψιν ἡδείας κινήσεις.
καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν·
s-412
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@834
καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν·
περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.
s-413
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@835
περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.
καὶ ὁ Ἐπίκουρος δέ φησιν·
s-414
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@836
καὶ ὁ Ἐπίκουρος δέ φησιν·
καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.
s-415
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@838
καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.
κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησὶν·
s-416
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@839
κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησὶν·
τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ·
s-417
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@840
τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ·
ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον, σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν.
s-418
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@841
ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον, σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν.
κἀν ἄλλοις δέ φησιν·
s-419
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@842
κἀν ἄλλοις δέ φησιν·
προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.
s-420
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@843
προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.
καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δἰ ἃς εἰσηγοῦντο ἡδονάς.
s-421
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@844
καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δἰ ἃς εἰσηγοῦντο ἡδονάς.
ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ̓ ἐν τῇ χώρᾳ.
s-422
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@847
ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ̓ ἐν τῇ χώρᾳ.
καὶ μὴ ἄλλως γίνηται.
s-423
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@850
καὶ μὴ ἄλλως γίνηται.
τῆς δ̓ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών·
s-424
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@851
τῆς δ̓ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών·
πλούτει τε γὰρ κατ̓ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ̓ ἔχων·
s-425
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@853
πλούτει τε γὰρ κατ̓ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ̓ ἔχων·
ἐὰν δ̓ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ̓ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
s-426
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@854
ἐὰν δ̓ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ̓ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
καὶ Λύκων δὲ ὁ περιπατητικός, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος, κατ̓ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο.
s-427
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@855
καὶ Λύκων δὲ ὁ περιπατητικός, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος, κατ̓ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο.
ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος.
s-428
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@856
ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος.
χωρὶς γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶν καὶ μαγείρων ὄχλος τοσοῦτος ἦν ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαβουμένους προσάγειν.
s-429
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@857
χωρὶς γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶν καὶ μαγείρων ὄχλος τοσοῦτος ἦν ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαβουμένους προσάγειν.
ἃ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα.
s-430
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@860
ἃ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα.
καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ̓ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος.
s-431
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@861
καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ̓ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος.
ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης·
s-432
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@863
ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης·
οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι.
s-433
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@864
οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι.
ὁ δὲ Λύκων ὑπ̓ ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτῳ τῆς πόλεως τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἶχεν εἰκοσίκλινον οἶκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς.
s-434
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@865
ὁ δὲ Λύκων ὑπ̓ ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτῳ τῆς πόλεως τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἶχεν εἰκοσίκλινον οἶκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς.
ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.
s-435
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@866
ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.
περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει·
s-436
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@867
περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει·
τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν.
s-437
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@868
τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν.
ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.
s-438
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@869
ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.
διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ·
s-439
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@870
διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ·
καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.
s-440
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@873
καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.
Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων Γοργίας, φησίν, ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ῤ ἐτῶν, ἔφη τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.
s-441
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@874
Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων Γοργίας, φησίν, ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ῤ ἐτῶν, ἔφη τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.
Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ̓ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.
s-442
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@875
Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ̓ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.
Τιθωνὸν δ̓ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον·
s-443
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@878
Τιθωνὸν δ̓ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον·
ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων.
s-444
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@879
ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων.
καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου.
s-445
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@880
καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου.
Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβ̓ περὶ Ἡρακλείας Διονύσιος, φησίν, ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ̓ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ.
s-446
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@882
Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβ̓ περὶ Ἡρακλείας Διονύσιος, φησίν, ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ̓ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ.
μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν·
s-447
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@884
μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν·
εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο.
s-448
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@885
εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο.
τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν.
s-449
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@886
τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν.
μνημονεύει δ̓ αὐτοῦ Μένανδρος ἥκιστὰ γ̓ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας·
s-450
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@887
μνημονεύει δ̓ αὐτοῦ Μένανδρος ἥκιστὰ γ̓ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας·
παχὺς γὰρ ὗς ἔκειτ̓ ἐπὶ στόμα.
s-451
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@888
παχὺς γὰρ ὗς ἔκειτ̓ ἐπὶ στόμα.
ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
s-452
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@890
ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.
s-453
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@893
ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.
τοιοῦτος ἐγεγόνει καὶ Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος.
s-454
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@894
τοιοῦτος ἐγεγόνει καὶ Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος.
Ποσειδώνιος γοῦν ὁ στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως·
s-455
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@895
Ποσειδώνιος γοῦν ὁ στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως·
διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν συσπερίληπτον εἶναι συνέβαινεν·
s-456
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@896
διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν συσπερίληπτον εἶναι συνέβαινεν·
ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος ὁ βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως·
s-457
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@899
ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος ὁ βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως·
πολλάκις δέ τινες καὶ καθάριον ἀκολουθίσκον προσδιδόασιν.
s-458
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@902
πολλάκις δέ τινες καὶ καθάριον ἀκολουθίσκον προσδιδόασιν.
εἰς πάχος δ̓ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ.
s-459
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@904
εἰς πάχος δ̓ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ.
φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως·
s-460
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@905
φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως·
ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ̓ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ ἀποπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο.
s-461
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@906
ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ̓ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ ἀποπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο.
εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.
s-462
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@907
εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.
Ἀγαθαρχίδης δ̓ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δἰ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς.
s-463
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@908
Ἀγαθαρχίδης δ̓ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δἰ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς.
παρὰ δὲ Λακεδαιμονίοις ὁ αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων.
s-464
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@909
παρὰ δὲ Λακεδαιμονίοις ὁ αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων.
καθεώρων δ̓ οἱ ἔφοροι καὶ καθ̓ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων·
s-465
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@910
καθεώρων δ̓ οἱ ἔφοροι καὶ καθ̓ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων·
καὶ Πύθων δ̓ ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα·
s-466
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@914
καὶ Πύθων δ̓ ὁ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ ὁ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα·
καί τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγεν·
s-467
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@915
καί τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγεν·
ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα·
s-468
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@916
ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα·
ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν.
s-469
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@917
ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν.
ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται·
s-470
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@918
ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται·
φησὶ δ̓ οὕτως ὁ Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος·
s-471
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@921
φησὶ δ̓ οὕτως ὁ Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος·
οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
s-472
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@922
οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
καὶ Ἀριστοφάνης δ̓ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί·
s-473
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@923
καὶ Ἀριστοφάνης δ̓ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί·
καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ἔτλη κατελθεῖν;
s-474
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@924
καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ἔτλη κατελθεῖν;
ἕνα γὰρ ἀφ̓ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾄδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας.
s-475
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@926
ἕνα γὰρ ἀφ̓ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾄδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας.
εἰσὶ γάρ τινες ἄνδρες παῤ ὑμῖν ᾄδοφοῖται;
s-476
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@928
εἰσὶ γάρ τινες ἄνδρες παῤ ὑμῖν ᾄδοφοῖται;
πάντ̓ ἔχεις.
s-477
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@931
πάντ̓ ἔχεις.
καὶ τίνες ἂν εἶεν;
s-478
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@933
καὶ τίνες ἂν εἶεν;
εἶθ̓ ἑξῆς φησιν·
s-479
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@936
εἶθ̓ ἑξῆς φησιν·
ὡς σφόδῤ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ̓ ἄρα·
s-480
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@937
ὡς σφόδῤ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ̓ ἄρα·
τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν ὁ τῆς διαρροίας ποταμὸς ἐξοιχήσεται.
s-481
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@938
τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν ὁ τῆς διαρροίας ποταμὸς ἐξοιχήσεται.
περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν·
s-482
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@939
περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν·
περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως·
s-483
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@941
περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως·
ἦν δ̓ ὄντως λεπτότατος καὶ μακρότατος ὁ Κινησίας, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν·
s-484
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@943
ἦν δ̓ ὄντως λεπτότατος καὶ μακρότατος ὁ Κινησίας, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν·
παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη Φθιῶτ̓ Ἀχιλλεῦ.
s-485
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@944
παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη Φθιῶτ̓ Ἀχιλλεῦ.
ὅτι δὲ ἦν ὁ Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν.
s-486
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@946
ὅτι δὲ ἦν ὁ Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν.
ὅτι δὲ ὁ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι.
s-487
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@947
ὅτι δὲ ὁ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι.
λέγει δ̓ οὕτως ὁ ῥήτωρ·
s-488
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@948
λέγει δ̓ οὕτως ὁ ῥήτωρ·
θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι.
s-489
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@949
θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι.
οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ̓ ἀκούετε καθ̓ ἕκαστον ἐνιαυτόν;
s-490
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@950
οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ̓ ἀκούετε καθ̓ ἕκαστον ἐνιαυτόν;
οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις·
s-491
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@951
οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις·
οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ̓ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων.
s-492
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@952
οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ̓ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων.
περὶ μὲν οὖν Κινησίου ταῦτα ὁ ῥήτωρ εἴρηκεν.
s-493
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@956
περὶ μὲν οὖν Κινησίου ταῦτα ὁ ῥήτωρ εἴρηκεν.
λεπτότερος δ̓ ἦν καὶ Φιλίτας ὁ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη.
s-494
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@957
λεπτότερος δ̓ ἦν καὶ Φιλίτας ὁ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη.
Πολέμων δ̓ ὁ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων Ἀρχέστρατον φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα·
s-495
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@958
Πολέμων δ̓ ὁ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων Ἀρχέστρατον φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα·
οὕτως ἦν ἰσχνός.
s-496
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@959
οὕτως ἦν ἰσχνός.
ὁ δ̓ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων·
s-497
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@960
ὁ δ̓ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων·
ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας·
s-498
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@961
ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας·
ἦν δ̓ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς ὁ Ὑπερείδης ἔφη.
s-499
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@964
ἦν δ̓ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς ὁ Ὑπερείδης ἔφη.
Ἄλεξίς τ̓ ἐν Θεσπρωτοῖς φησιν·
s-500
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@965
Ἄλεξίς τ̓ ἐν Θεσπρωτοῖς φησιν·
Edit as list • Text view • Dependency trees