Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 201 - 300 of 543 • previousnext


[1] tree
ἅπασι γάρ εἰσι χαλεποί·
s-201
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@511
ἅπασι γάρ εἰσι χαλεποί·
[2] tree
καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν·
s-202
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@513
καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν·
[3] tree
ἀφ̓ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.
s-203
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@519
ἀφ̓ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.
[4] tree
ὧν ἡγεῖτο μὲν Ἀδαῖος Ἀλεκτρυὼν ἐπικαλούμενος·
s-204
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@520
ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος·
[5] tree
περὶ οὗ καὶ Ἡρακλείδης τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως·
s-205
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@521
περὶ οὗ καὶ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως·
[6] tree
Αλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν·
s-206
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@522
Αλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν·
[7] tree
οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
s-207
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@523
οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
[8] tree
ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν Χάρης Ἀθηναίων τόθ̓·
s-208
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@524
ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν Χάρης Ἀθηναίων τόθ̓·
[9] tree
ὡς γενναῖος ἦν.
s-209
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@525
ὡς γενναῖος ἦν.
[10] tree
τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.
s-210
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@526
τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.
[11] tree
Ἰδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους·
s-211
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@527
Ἰδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους·
[12] tree
καίτοι πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς·
s-212
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@530
καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς·
[13] tree
ὥστε οὐδ̓ ἐν τοῖς χωρίοις οὐδ̓ ἐν τοῖς κήποις φύλακας ἐφίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ, ἀλλ̓ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη·
s-213
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@531
ὥστε οὐδ̓ ἐν τοῖς χωρίοις οὐδ̓ ἐν τοῖς κήποις φύλακας ἐφίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ, ἀλλ̓ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη·
[14] tree
ὅπερ ὕστερον ἐποίησε καὶ κίμων μιμησάμενος ἐκεῖνον.
s-214
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@532
ὅπερ ὕστερον ἐποίησε καὶ κίμων μιμησάμενος ἐκεῖνον.
[15] tree
περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν Θεόπομπός φησι·
s-215
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@533
περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι·
[16] tree
Κίμων Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις.
s-216
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@534
Κίμων ὁ Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις.
[17] tree
ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι·
s-217
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@535
ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι·
[18] tree
ἐθεράπευεν δὲ καὶ τοὺς καθ̓ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ̓ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος.
s-218
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@537
ἐθεράπευεν δὲ καὶ τοὺς καθ̓ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ̓ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος.
[19] tree
καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν.
s-219
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@538
καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν.
[20] tree
ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.
s-220
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@540
ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.
[21] tree
Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ̓ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ̓ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε.
s-221
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@542
Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ̓ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ̓ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε.
[22] tree
Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ̓ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν.
s-222
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@543
Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ̓ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν.
[23] tree
Πόσσις δ̓ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι.
s-223
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@545
Πόσσις δ̓ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι.
[24] tree
καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις·
s-224
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@548
καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις·
[25] tree
νῦν δ̓ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα, πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ γυναιξὶν αὕτως
s-225
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@550
νῦν δ̓ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα, πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ γυναιξὶν αὕτως
[26] tree
κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἀπ̓ αὐτοῦ Ἀλκιβιάδες καλεῖται.
s-226
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@553
κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ̓ αὐτοῦ Ἀλκιβιάδες καλεῖται.
[27] tree
ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν.
s-227
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@554
ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν.
[28] tree
διὸ καὶ Ἀντισθένης Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ εὐπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ̓ ἡλικίας πάσης γενέσθαι φησίν.
s-228
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@555
διὸ καὶ Ἀντισθένης ὁ Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ εὐπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ̓ ἡλικίας πάσης γενέσθαι φησίν.
[29] tree
σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ̓ ἡμέραν δίαιταν.
s-229
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@557
σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ̓ ἡμέραν δίαιταν.
[30] tree
ἀφικόμενος δ̓ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφὴν·
s-230
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@558
ἀφικόμενος δ̓ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφὴν·
[31] tree
καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν·
s-231
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@560
καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν·
[32] tree
ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ̓ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος.
s-232
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@561
ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ̓ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος.
[33] tree
εἶθ̓ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο.
s-233
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@563
εἶθ̓ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο.
[34] tree
ἔχων γὰρ ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.
s-234
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@565
ἔχων γὰρ ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.
[35] tree
Λυσίας δὲ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησὶν·
s-235
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@566
Λυσίας δὲ ὁ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησὶν·
[36] tree
ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη.
s-236
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@568
ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη.
[37] tree
ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα·
s-237
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@569
ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα·
[38] tree
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω.
s-238
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@572
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω.
[39] tree
τί ληρεῖς;
s-239
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@574
τί ληρεῖς;
[40] tree
οὐκ οἴκαδ̓ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
s-240
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@575
οὐκ οἴκαδ̓ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
[41] tree
καὶ Φερεκράτης δέ φησιν·
s-241
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@576
καὶ Φερεκράτης δέ φησιν·
[42] tree
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
s-242
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@577
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
[43] tree
στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
s-243
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@580
στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
[44] tree
δὲ τριήρης ἐφ̓ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις·
s-244
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@582
ἡ δὲ τριήρης ἐφ̓ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις·
[45] tree
διὸ καὶ χαριέντως εἶπέν τις·
s-245
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@584
διὸ καὶ χαριέντως εἶπέν τις·
[46] tree
Δοῦρις δ̓ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν Παυσανίας μὲν, φησίν, τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν.
s-246
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@587
Δοῦρις δ̓ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν Παυσανίας μὲν, φησίν, ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν.
[47] tree
Ἀλέξανδρος δ̓ ὡς τῆς Ἀσίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς.
s-247
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@589
Ἀλέξανδρος δ̓ ὡς τῆς Ἀσίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς.
[48] tree
Δημήτριος δὲ πάντας ὑπερέβαλεν·
s-248
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@590
Δημήτριος δὲ πάντας ὑπερέβαλεν·
[49] tree
τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχεν κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος·
s-249
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@591
τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχεν κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος·
[50] tree
ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας·
s-250
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@592
ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας·
[51] tree
τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται.
s-251
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@593
τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται.
[52] tree
αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχον καὶ τὰ δώδεκα ζῴδια.
s-252
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@594
αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχον καὶ τὰ δώδεκα ζῴδια.
[53] tree
γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.
s-253
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@596
γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.
[54] tree
μνᾶμ̓ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ̓ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
s-254
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@598
μνᾶμ̓ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ̓ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
[55] tree
ἐτρύφησεν δὲ καὶ Φάραξ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ ἱστορεῖ·
s-255
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@599
ἐτρύφησεν δὲ καὶ Φάραξ ὁ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ ἱστορεῖ·
[56] tree
καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός·
s-256
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@603
καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός·
[57] tree
κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα.
s-257
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@604
κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα.
[58] tree
Φύλαρχος δὲ ἐν τῇ ι τῶν Ἱστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι Ἰσάνθην, τρυφῇ πάντας τοὺς καθ̓ ἑαυτὸν ὑπερβαλλόμενον.
s-258
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@605
Φύλαρχος δὲ ἐν τῇ ι τῶν Ἱστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι Ἰσάνθην, τρυφῇ πάντας τοὺς καθ̓ ἑαυτὸν ὑπερβαλλόμενον.
[59] tree
ἦν δὲ καὶ πλούσιος καὶ καλός.
s-259
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@606
ἦν δὲ καὶ πλούσιος καὶ καλός.
[60] tree
κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὣς ποτ̓ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν·
s-260
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@608
κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὣς ποτ̓ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν·
[61] tree
περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες·
s-261
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@610
περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες·
[62] tree
ἀλλ̓ ἐπεὶ καινῶς Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι.
s-262
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@611
ἀλλ̓ ἐπεὶ καινῶς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι.
[63] tree
ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων,.
s-263
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@612
ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων,.
[64] tree
ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας.
s-264
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@613
ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας.
[65] tree
τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων Διόμνηστος τὸ χρυσίον.
s-265
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@614
τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον.
[66] tree
ἐπεὶ δὲ πάλιν τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν.
s-266
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@615
ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν.
[67] tree
ὥστε Ἱππόνικος ἀπ̓ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν̓ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι.
s-267
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@617
ὥστε Ἱππόνικος ὁ ἀπ̓ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν̓ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι.
[68] tree
καὶ ἔδοσαν Ἀθηναῖοι·
s-268
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@618
καὶ ἔδοσαν Ἀθηναῖοι·
[69] tree
νουθετηθεὶς δ̓ ὑπὸ τῶν φίλων μετενόησεν.
s-269
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@619
νουθετηθεὶς δ̓ ὑπὸ τῶν φίλων μετενόησεν.
[70] tree
τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν;
s-270
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@621
τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν;
[71] tree
περὶ δὲ τῆς Ἀλεξάνδρου τοῦ πάνυ τρυφῆς Ἔφιππος μὲν Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσω ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ̓ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων.
s-271
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@623
περὶ δὲ τῆς Ἀλεξάνδρου τοῦ πάνυ τρυφῆς Ἔφιππος μὲν ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσω ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ̓ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων.
[72] tree
Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς Ἀλέξανδρος ἐπεισόδιόν τι μνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν.
s-272
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@624
Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς ὁ Ἀλέξανδρος ἐπεισόδιόν τι μνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν.
[73] tree
ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον.
s-273
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@628
ἔρρανε δὲ ὁ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον.
[74] tree
ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα·
s-274
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@629
ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα·
[75] tree
εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας.
s-275
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@630
εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας.
[76] tree
ἀφόρητος γὰρ ἦν καὶ φονικός.
s-276
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@631
ἀφόρητος γὰρ ἦν καὶ φονικός.
[77] tree
ἐδόκει γὰρ εἶναι μελαγχολικός.
s-277
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@632
ἐδόκει γὰρ εἶναι μελαγχολικός.
[78] tree
ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας.
s-278
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@633
ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης ὁ σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας.
[79] tree
ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν Ἔφιππος, κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα.
s-279
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@634
ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν ὁ Ἔφιππος, κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα.
[80] tree
Χάρης δ̓ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ.
s-280
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@636
Χάρης δ̓ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ.
[81] tree
ἦν δὲ οἶκος ἑκατοντάκλινος, ἐν ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ·
s-281
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@637
ἦν δὲ ὁ οἶκος ἑκατοντάκλινος, ἐν ᾧ ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ·
[82] tree
δὲ αὐτοῦ χρυσόπους ἦν.
s-282
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@638
ἡ δὲ αὐτοῦ χρυσόπους ἦν.
[83] tree
τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι.
s-283
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@641
τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι.
[84] tree
περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους.
s-284
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@642
περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους.
[85] tree
τῆς δ̓ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες.
s-285
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@643
τῆς δ̓ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες.
[86] tree
μεθ̓ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος.
s-286
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@646
μεθ̓ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος.
[87] tree
παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος·
s-287
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@647
παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος·
[88] tree
ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε Ταραντῖνος καὶ Ἀριστοκράτης Θηβαῖος.
s-288
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@648
ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε ὁ Ταραντῖνος καὶ Ἀριστοκράτης ὁ Θηβαῖος.
[89] tree
αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός·
s-289
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@649
αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος ὁ Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός·
[90] tree
καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ̓ οἷς καὶ ἥσθη Ἀλέξανδρος.
s-290
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@651
καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ̓ οἷς καὶ ἥσθη ὁ Ἀλέξανδρος.
[91] tree
ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων,.
s-291
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@652
ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων,.
[92] tree
παρῆν δὲ καὶ Φασίμηλος ψάλτης.
s-292
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@653
παρῆν δὲ καὶ Φασίμηλος ὁ ψάλτης.
[93] tree
οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.
s-293
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@654
οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.
[94] tree
Κλέαρχος δ̓ ἐν τοῖς περὶ Βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησὶν·
s-294
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@656
Κλέαρχος δ̓ ἐν τοῖς περὶ Βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησὶν·
[95] tree
Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.
s-295
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@657
ὁ Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.
[96] tree
Κλεῖτος δ̓ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο.
s-296
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@660
Κλεῖτος δ̓ ὁ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο.
[97] tree
Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ̓ αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο·
s-297
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@661
Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ̓ αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο·
[98] tree
ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν.
s-298
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@662
ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν.
[99] tree
Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν.
s-299
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@663
Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν.
[100] tree
ἦν γὰρ αὐτοῦ σκηνὴ κλινῶν , χρυσοῖ δὲ κίονες ν̓ κατεῖχον αὐτήν.
s-300
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@665
ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ κλινῶν ῤ, χρυσοῖ δὲ κίονες ν̓ κατεῖχον αὐτήν.

Edit as listText viewDependency trees