Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 101 - 200 of 543 • previousnext


[1] tree
αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι.
s-101
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@350
αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι.
[2] tree
ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν̓ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ̓ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ·
s-102
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@351
ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν̓ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ̓ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ·
[3] tree
πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν.
s-103
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@352
πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν.
[4] tree
διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ̓ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
s-104
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@353
διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ̓ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
[5] tree
τοὺς δὲ σύμπαντας Ἴωνας ἐπισκώπτων Καλλίας Διοκλῆς ἐν Κύκλωψί φησιν·
s-105
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@354
τοὺς δὲ σύμπαντας Ἴωνας ἐπισκώπτων Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψί φησιν·
[6] tree
τί γὰρ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ̓ τι πράσσει.
s-106
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@355
τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ̓ ὅ τι πράσσει.
[7] tree
χαῖῤ, διαπόντιον στράτευμα, τί πράττομεν;
s-107
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@357
χαῖῤ, ὦ διαπόντιον στράτευμα, τί πράττομεν;
[8] tree
ἦν δὲ πάνθ̓ ὅκως.
s-108
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@363
ἦν δὲ πάνθ̓ ὅκως.
[9] tree
περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως·
s-109
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@364
περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως·
[10] tree
ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παῤ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ ἔχοις χρῆσθαι αὐτοῖς.
s-110
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@365
ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παῤ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ ἔχοις χρῆσθαι αὐτοῖς.
[11] tree
ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων.
s-111
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@367
ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων.
[12] tree
καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε·
s-112
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@368
καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος ὁ Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε·
[13] tree
λάβοι δ̓ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς.
s-113
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@374
λάβοι δ̓ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς.
[14] tree
ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν.
s-114
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@375
ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν.
[15] tree
ἴδοι δ̓ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν.
s-115
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@376
ἴδοι δ̓ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν.
[16] tree
ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν καταπέπασται δὲ χρυσοῖς κέγχροις·
s-116
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@377
ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν καταπέπασται δὲ χρυσοῖς κέγχροις·
[17] tree
οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ̓ ἔχουσιν ἀνὰ μέσον.
s-117
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@378
οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ̓ ἔχουσιν ἀνὰ μέσον.
[18] tree
τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.
s-118
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@379
τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.
[19] tree
περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους.
s-119
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@380
περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους.
[20] tree
ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα·
s-120
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@382
ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα·
[21] tree
οἱ δ̓ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
s-121
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@383
οἱ δ̓ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
[22] tree
Κολοφώνιοι δ̓, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶν·
s-122
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@388
Κολοφώνιοι δ̓, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶν·
[23] tree
οὕτω δ̓ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν.
s-123
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@390
οὕτω δ̓ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν.
[24] tree
ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν.
s-124
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@392
ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν.
[25] tree
Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν·
s-125
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@393
Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν·
[26] tree
δὴ καὶ βασιλεῦσιν σπάνιον τότ̓ ἦν καὶ περισπούδαστον.
s-126
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@394
ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ̓ ἦν καὶ περισπούδαστον.
[27] tree
ἰσοστάσιος γὰρ ἦν πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη.
s-127
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@395
ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη.
[28] tree
τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν.
s-128
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@396
τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν.
[29] tree
ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων.
s-129
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@397
ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων.
[30] tree
κοινῶς δὲ περὶ πάντων Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει·
s-130
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@398
κοινῶς δὲ περὶ πάντων Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει·
[31] tree
ἔτι καὶ νῦν χρυσῆ παροιμία διαμεμένηκε
s-131
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@401
ἔτι καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε
[32] tree
καὶ τῶν παρωκεανιτῶν δὲ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι.
s-132
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@402
καὶ τῶν παρωκεανιτῶν δὲ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι.
[33] tree
περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων αὐτός φησι Θεόπομπος τάδε·
s-133
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@403
περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι Θεόπομπος τάδε·
[34] tree
ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ̓ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων.
s-134
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@404
ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ̓ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων.
[35] tree
περὶ δὲ Θετταλῶν λέγων ἐν τῇ τετάρτῃ φησὶν ὅτι ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ̓ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον.
s-135
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@407
περὶ δὲ Θετταλῶν λέγων ἐν τῇ τετάρτῃ φησὶν ὅτι ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ̓ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον.
[36] tree
Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.
s-136
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@408
Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.
[37] tree
ὡμολόγηνται δ̓ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί, πάντων Ἑλλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα·
s-137
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@409
ὡμολόγηνται δ̓ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί, πάντων Ἑλλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα·
[38] tree
ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν.
s-138
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@410
ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν.
[39] tree
περὶ δὲ Αἰτωλῶν Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο.
s-139
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@411
περὶ δὲ Αἰτωλῶν Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο.
[40] tree
Ἀγαθαρχίδης δ̓ ἐν δωδεκάτῃ Ἱστοριῶν Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.
s-140
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@412
Ἀγαθαρχίδης δ̓ ἐν δωδεκάτῃ Ἱστοριῶν Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.
[41] tree
διαβόητοι δ̓ εἰσὶ περὶ τρυφὴν Σικελιῶται τε καὶ Συρακόσιοι, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν·
s-141
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@413
διαβόητοι δ̓ εἰσὶ περὶ τρυφὴν Σικελιῶται τε καὶ Συρακόσιοι, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν·
[42] tree
Πλάτων δ̓ ἐν ταῖς Ἐπιστολαῖς φησιν·
s-142
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@415
Πλάτων δ̓ ἐν ταῖς Ἐπιστολαῖς φησιν·
[43] tree
ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην.
s-143
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@416
ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην.
[44] tree
ἐλθόντα δέ με ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ.
s-144
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@417
ἐλθόντα δέ με ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ.
[45] tree
ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ̓ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ̓ οὐδ̓ ἂν μελλήσαι ποτὲ γενέσθαι.
s-145
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@418
ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ̓ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ̓ οὐδ̓ ἂν μελλήσαι ποτὲ γενέσθαι.
[46] tree
κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως·
s-146
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@419
κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως·
[47] tree
Συρακοσίαν δέ, φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς·
s-147
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@420
Συρακοσίαν δέ, ὦ φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς·
[48] tree
Ποσειδώνιος δ̓ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα·
s-148
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@422
Ποσειδώνιος δ̓ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα·
[49] tree
ἐν δὲ τῇ λἀ Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
s-149
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@425
ἐν δὲ τῇ λἀ Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
[50] tree
οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν·
s-150
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@427
οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν·
[51] tree
διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα ἔπαθον.
s-151
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@428
διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα ἔπαθον.
[52] tree
ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
s-152
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@432
ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
[53] tree
καὶ Κυμαῖοι δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.
s-153
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@435
καὶ Κυμαῖοι δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.
[54] tree
περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
s-154
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@436
περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
[55] tree
περὶ δὲ τῶν κατ̓ ἄνδρα τάδ̓ ἤκουσα.
s-155
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@437
περὶ δὲ τῶν κατ̓ ἄνδρα τάδ̓ ἤκουσα.
[56] tree
οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.
s-156
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@442
οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.
[57] tree
Κτησίας δὲ λέγει εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ̓ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς.
s-157
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@443
Κτησίας δὲ λέγει εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ̓ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς.
[58] tree
ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη αὐτός τε μετὰ καὶ τῆς γυναικὸς καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις.
s-158
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@444
ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη αὐτός τε μετὰ καὶ τῆς γυναικὸς καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις.
[59] tree
τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα·
s-159
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@445
τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα·
[60] tree
ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέρας.
s-160
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@448
ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέρας.
[61] tree
οἱ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν·
s-161
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@449
οἱ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν·
[62] tree
ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι.
s-162
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@450
ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι.
[63] tree
μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.
s-163
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@451
ὁ μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.
[64] tree
ὅθεν πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, παῤ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις ἀποκροτοῦντι οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ...
s-164
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@455
ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, ὁ παῤ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις ἀποκροτοῦντι οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ...
[65] tree
φαίνεται γοῦν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος·
s-165
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@457
φαίνεται γοῦν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος·
[66] tree
καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι.
s-166
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@458
καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι.
[67] tree
Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.
s-167
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@459
Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.
[68] tree
Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει·
s-168
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@460
Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει·
[69] tree
διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.
s-169
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@464
διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.
[70] tree
Κλείταρχος δ̓ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς.
s-170
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@465
Κλείταρχος δ̓ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς.
[71] tree
Ἀριστόβουλος δ̓ ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο.
s-171
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@466
Ἀριστόβουλος δ̓ ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο.
[72] tree
καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ̓ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα.
s-172
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@467
καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ̓ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα.
[73] tree
Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ.
s-173
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@469
Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ.
[74] tree
ἔσθιε, πῖνε, παῖζε·
s-174
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@470
ἔσθιε, πῖνε, παῖζε·
[75] tree
καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.
s-175
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@473
καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.
[76] tree
Κλέαρχος δ̓ ἐν πέμπτῳ Βίων Σάγαριν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι.
s-176
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@474
Κλέαρχος δ̓ ἐν πέμπτῳ Βίων Σάγαριν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι.
[77] tree
διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν·
s-177
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@475
διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν·
[78] tree
Κτησίας δ̓ ἱστορεῖ Ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες·
s-178
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@477
Κτησίας δ̓ ἱστορεῖ Ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες·
[79] tree
Φοῖνιξ δ̓ Κολοφώνιος ποιητὴς περὶ Νίνου λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν·
s-179
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@479
Φοῖνιξ δ̓ ὁ Κολοφώνιος ποιητὴς περὶ Νίνου λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν·
[80] tree
ἀνὴρ Νίνος τις ἐγένετ̓, ὡς ἐγὼ κλύω, Ἀσσύριος·
s-180
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@480
ἀνὴρ Νίνος τις ἐγένετ̓, ὡς ἐγὼ κλύω, Ἀσσύριος·
[81] tree
ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·
s-181
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@481
ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·
[82] tree
οὐ γὰρ ἀλλὰ κηρύσσω·
s-182
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@486
οὐ γὰρ ἀλλὰ κηρύσσω·
[83] tree
τὰ δ̓ ὄλβἰ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι.
s-183
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@489
τὰ δ̓ ὄλβἰ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι.
[84] tree
ἐγὼ δ̓ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ̓ ἵππον οὔτ̓ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
s-184
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@490
ἐγὼ δ̓ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ̓ ἵππον οὔτ̓ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
[85] tree
σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
s-185
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@491
σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
[86] tree
Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν Ἱστοριῶν Στράτωνα φησι τὸν Σιδώνιον βασιλέα ὑπερβαλεῖν ἡδυπαθείᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους.
s-186
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@492
Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν Ἱστοριῶν Στράτωνα φησι τὸν Σιδώνιον βασιλέα ὑπερβαλεῖν ἡδυπαθείᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους.
[87] tree
οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ Στράτων διετέλει ποιῶν πολὺν χρόνον.
s-187
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@493
οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον.
[88] tree
καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, δὲ Στράτων μετ̓ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας·
s-188
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@494
καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετ̓ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας·
[89] tree
ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον·
s-189
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@496
ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον·
[90] tree
οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παῤ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους.
s-190
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@497
οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παῤ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους.
[91] tree
ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί.
s-191
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@498
ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί.
[92] tree
οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ̓ ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν.
s-192
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@499
οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ̓ ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν.
[93] tree
ἐν δὲ τῇ τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησὶν·
s-193
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@501
ἐν δὲ τῇ ἀ τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησὶν·
[94] tree
ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια·
s-194
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@503
ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια·
[95] tree
καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.
s-195
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@504
καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.
[96] tree
διηγεῖταί τε ἑξῆς συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν Κότυς ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν.
s-196
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@505
διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν.
[97] tree
ἤδη δ̓ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν θεὸς εἰς τὸν θάλαμον.
s-197
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@506
ἤδη δ̓ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον.
[98] tree
ἀφικομένου δ̓ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν.
s-198
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@507
ἀφικομένου δ̓ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν.
[99] tree
δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.
s-199
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@508
ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.
[100] tree
ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίου ἱστορῶν φησιν·
s-200
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@509
ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίου ἱστορῶν φησιν·

Edit as listText viewDependency trees