Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 1 - 100 of 543 • next


[1] tree
ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις.
s-1
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@197
ζῶσι δὲ καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις.
[2] tree
οὐδὲν δ̓ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ̓ οὐδὲ πάσχοντας φαίνεσθαι·
s-2
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@198
οὐδὲν δ̓ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῷ μέσῳ τι ποιοῦντας, ἀλλ̓ οὐδὲ πάσχοντας φαίνεσθαι·
[3] tree
ἐπιχώριον γὰρ καὶ τοῦτο παῤ αὐτοῖς ἐστι.
s-3
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@199
ἐπιχώριον γὰρ καὶ τοῦτο παῤ αὐτοῖς ἐστι.
[4] tree
καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν μὲν δεσπότης τῆς οἰκίας ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα.
s-4
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@200
καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα.
[5] tree
ἐπειδὰν δὲ συνουσιάζωσι καθ̓ ἑταιρίας κατὰ συγγενείας, ποιοῦσιν οὕτως·
s-5
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@201
ἐπειδὰν δὲ συνουσιάζωσι καθ̓ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως·
[6] tree
πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παῤ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας·
s-6
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@202
πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παῤ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας·
[7] tree
καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις.
s-7
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@205
καὶ πλησιάζουσι μὲν σφόδρα καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε μᾶλλον χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις.
[8] tree
καὶ γὰρ γίνονται παῤ αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα.
s-8
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@206
καὶ γὰρ γίνονται παῤ αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυφερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα.
[9] tree
πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα·
s-9
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@207
πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα·
[10] tree
παῤ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας.
s-10
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@209
παῤ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας.
[11] tree
χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν Ἑλλήνων τῶν τὴν Ἰταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσσαπίων.
s-11
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@210
χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν Ἑλλήνων τῶν τὴν Ἰταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσσαπίων.
[12] tree
ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυρρηνοί, ὡς Ἄλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσιν καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν.
s-12
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@211
ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυρρηνοί, ὡς Ἄλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσιν καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν.
[13] tree
διαβόητοι δ̓ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παῤ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων.
s-13
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@212
διαβόητοι δ̓ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παῤ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων.
[14] tree
περὶ δὲ Συβαριτῶν τί δεῖ καὶ λέγειν;
s-14
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@213
περὶ δὲ Συβαριτῶν τί δεῖ καὶ λέγειν;
[15] tree
παῤ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους.
s-15
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@214
παῤ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους.
[16] tree
πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι·
s-16
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@215
πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι·
[17] tree
οὐκ ἐξῆν δ̓ οὐδ̓ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι.
s-17
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@216
οὐκ ἐξῆν δ̓ οὐδ̓ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι.
[18] tree
ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν·
s-18
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@217
ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν·
[19] tree
ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν.
s-19
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@219
ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν.
[20] tree
ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ̓ αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν.
s-20
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@220
ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ̓ αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν.
[21] tree
πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους·
s-21
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@224
πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους·
[22] tree
παῤ ὑμῖν, οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία;
s-22
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@225
παῤ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία;
[23] tree
καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν·
s-23
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@227
καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν·
[24] tree
μεθ̓ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων.
s-24
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@228
μεθ̓ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων.
[25] tree
τὰ δὲ αὐτὰ ἔφη καὶ Εὔβουλος κωμικὸς ἐν Χάρισιν οὕτως·
s-25
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@229
τὰ δὲ αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως·
[26] tree
καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι.
s-26
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@231
καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι.
[27] tree
ἀλλ̓ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.
s-27
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@232
ἀλλ̓ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.
[28] tree
ἐφόρουν δ̓ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα·
s-28
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@233
ἐφόρουν δ̓ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα·
[29] tree
ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ̓ ἕωθεν τοὺς Ἴωνας ὅτι τρυφῇ προσεῖχον.
s-29
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@235
ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ̓ ἕωθεν τοὺς Ἴωνας ὅτι τρυφῇ προσεῖχον.
[30] tree
οἱ δ̓ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον.
s-30
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@237
οἱ δ̓ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον.
[31] tree
ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι.
s-31
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@238
ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι.
[32] tree
ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν·
s-32
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@240
ποιοῦνται δὲ καὶ δημοσίᾳ πολλὰς καὶ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν, ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν·
[33] tree
παρὰ Συβαρίταις δ̓ εὑρέθησαν καὶ πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο.
s-33
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@242
παρὰ Συβαρίταις δ̓ εὑρέθησαν καὶ πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο.
[34] tree
πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια.
s-34
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@243
πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια.
[35] tree
καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις.
s-35
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@244
καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις.
[36] tree
καὶ Πυθία ἔφη·
s-36
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@250
καὶ ἡ Πυθία ἔφη·
[37] tree
εὖτ̓ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
s-37
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@252
εὖτ̓ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
[38] tree
τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες·
s-38
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@253
τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες·
[39] tree
ἐγένετ̓ οὖν αὐτοῖς τῆς τύχης μεταβολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου·
s-39
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@255
ἐγένετ̓ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολὴ ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου·
[40] tree
ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς.
s-40
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@256
ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς.
[41] tree
ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς.
s-41
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@257
ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆς.
[42] tree
εἶτα μετ̓ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν τῆς ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.
s-42
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@258
εἶτα μετ̓ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν τῆς ἀπωλείας, περὶ ἧς οὐ κατεπείγει λέγειν, διεφθάρησαν.
[43] tree
εἰς τηλικοῦτον δ̓ ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι.
s-43
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@259
εἰς τηλικοῦτον δ̓ ἦσαν τρυφῆς ἐληλακότες ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι.
[44] tree
τοῦτ̓ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ διὰ τῆς Πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος·
s-44
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@260
τοῦτ̓ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ διὰ τῆς Πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος·
[45] tree
συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ·
s-45
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@261
συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ·
[46] tree
καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας.
s-46
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@262
καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας.
[47] tree
τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ Ὥρων γράφων οὕτως·
s-47
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@263
τὰ ὅμοια ἱστόρησε καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων ἐν δευτέρῳ Ὥρων γράφων οὕτως·
[48] tree
Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν.
s-48
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@264
Βισάλται εἰς Καρδίην ἐστρατεύσαντο καὶ ἐνίκησαν.
[49] tree
ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν Νάρις.
s-49
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@265
ἡγεμὼν δὲ τῶν Βισαλτέων ἦν ὁ Νάρις.
[50] tree
οὗτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτεὺς ἐγένετο.
s-50
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@266
οὗτος δὲ παῖς ὢν ἐν τῇ Καρδίῃ ἐπράθη καί τινι Καρδιηνῷ δουλεύσας κορσωτεὺς ἐγένετο.
[51] tree
Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ̓ αὐτούς, καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες.
s-51
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@267
Καρδιηνοῖς δὲ λόγιον ἦν ὡς Βισάλται ἀπίξονται ἐπ̓ αὐτούς, καὶ πυκνὰ περὶ τούτου διελέγοντο ἐν τῷ κορσωτηρίῳ ἱζάνοντες.
[52] tree
καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων.
s-52
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@268
καὶ ἀποδρὰς ἐκ τῆς Καρδίης εἰς τὴν πατρίδα τοὺς Βισάλτας ἔστειλεν ἐπὶ τοὺς Καρδιηνοὺς ἀποδειχθεὶς ἡγεμὼν ὑπὸ τῶν Βισαλτέων.
[53] tree
ταῦτ̓ οὖν ἐπιστάμενος Νάρις ἐκτήσατο ἐκ τῆς Καρδίης αὐλητρίδα, καὶ ἀφικομένη αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς·
s-53
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@270
ταῦτ̓ οὖν ἐπιστάμενος ὁ Νάρις ἐκτήσατο ἐκ τῆς Καρδίης αὐλητρίδα, καὶ ἀφικομένη ἡ αὐλητρὶς εἰς τοὺς Βισάλτας ἐδίδαξε πολλοὺς αὐλητάς·
[54] tree
καὶ ἐπειδὴ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο.
s-54
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@272
καὶ ἐπειδὴ ἡ μάχη συνειστήκει, ἐκέλευσεν αὐλεῖν τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπισταίατο.
[55] tree
τῶν δὲ Καρδιηνῶν ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.
s-55
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@274
τῶν δὲ Καρδιηνῶν ἡ ἰσχὺς ἐν τῇ ἵππῳ ἦν, καὶ οὕτως ἐνικήθησαν.
[56] tree
τοῦ δ̓ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν.
s-56
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@276
τοῦ δ̓ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν.
[57] tree
ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ.
s-57
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@277
ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ.
[58] tree
δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.
s-58
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@278
ὁ δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.
[59] tree
ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος.
s-59
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@280
ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος.
[60] tree
Συβαρῖται, φησίν, ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις.
s-60
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@281
Συβαρῖται, φησίν, ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις.
[61] tree
αὕτη δ̓ αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου.
s-61
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@285
αὕτη δ̓ αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου.
[62] tree
ἔδοξαν γοῦν μετ̓ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί·
s-62
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@286
ἔδοξαν γοῦν μετ̓ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί·
[63] tree
ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς·
s-63
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@288
ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς·
[64] tree
καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.
s-64
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@289
καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.
[65] tree
Ἡρακλείδης δ̓ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν·
s-65
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@290
Ἡρακλείδης δ̓ ὁ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν·
[66] tree
καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν.
s-66
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@292
καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν.
[67] tree
διόπερ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες.
s-67
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@293
διόπερ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες.
[68] tree
καὶ Κροτωνιᾶται δ̓, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφὴν·
s-68
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@295
καὶ Κροτωνιᾶται δ̓, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφὴν·
[69] tree
οἱ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρὸν·
s-69
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@297
οἱ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρὸν·
[70] tree
ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, Ὀροίτου τὸν Πολυκράτη ἀποκτείναντος.
s-70
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@298
ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, Ὀροίτου τὸν Πολυκράτη ἀποκτείναντος.
[71] tree
καὶ τυχὼν ἧκεν εἰς Κρότωνα.
s-71
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@300
καὶ τυχὼν ἧκεν εἰς Κρότωνα.
[72] tree
ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως·
s-72
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@302
ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως·
[73] tree
ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα.
s-73
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@304
ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα.
[74] tree
οἱ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.
s-74
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@305
οἱ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.
[75] tree
Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι.
s-75
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@306
Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι.
[76] tree
ἐφόρουν δέ, φησίν, καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν τῶν γυναικῶν ἁβρύνεται βίος.
s-76
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@307
ἐφόρουν δέ, φησίν, καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος.
[77] tree
οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαντας ἐκεραύνωσεν πάντας.
s-77
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@310
οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαντας ἐκεραύνωσεν πάντας.
[78] tree
καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν.
s-78
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@311
καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν.
[79] tree
διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην διέδοσαν τὴν φήμην.
s-79
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@315
διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην διέδοσαν τὴν φήμην.
[80] tree
ἐμφανῆ γὰρ ἦν μέχρι πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν·
s-80
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@316
ἐμφανῆ γὰρ ἦν μέχρι πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν·
[81] tree
Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης.
s-81
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@318
Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης.
[82] tree
Μασσαλιῶται δ̓ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον.
s-82
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@319
Μασσαλιῶται δ̓ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον.
[83] tree
ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες·
s-83
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@320
ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες·
[84] tree
καὶ γὰρ ἰδίως παῤ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ.
s-84
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@323
καὶ γὰρ ἰδίως παῤ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ.
[85] tree
καὶ Ἀρχίλοχος δ̓ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν.
s-85
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@324
καὶ Ἀρχίλοχος δ̓ ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν.
[86] tree
οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων.
s-86
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@329
οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων.
[87] tree
διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν κατὰ τὴν Ἰταλίαν κατοίκησις.
s-87
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@330
διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.
[88] tree
Ἡρακλείδης δ̓ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν·
s-88
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@333
Ἡρακλείδης δ̓ ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν·
[89] tree
Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας·
s-89
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@334
ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας·
[90] tree
οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς.
s-90
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@335
οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς.
[91] tree
τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν.
s-91
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@337
τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν.
[92] tree
ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην ἀναφθῆναι.
s-92
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@338
ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην ἀναφθῆναι.
[93] tree
διόπερ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν·
s-93
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@339
διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν·
[94] tree
καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.
s-94
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@340
καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.
[95] tree
Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ̓ ὀνειδιζομένους λέγειν ἑαυτοῖς·
s-95
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@341
Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ̓ ὀνειδιζομένους λέγειν ἑαυτοῖς·
[96] tree
καὶ περὶ Σκυθῶν δ̓ ἑξῆς Κλέαρχος τάδε ἱστορεῖ·
s-96
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@343
καὶ περὶ Σκυθῶν δ̓ ἑξῆς ὁ Κλέαρχος τάδε ἱστορεῖ·
[97] tree
μόνον δὲ νόμοις κοινοῖς πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν·
s-97
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@344
μόνον δὲ νόμοις κοινοῖς πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν·
[98] tree
εἶτα πάλιν ἐγένοντο πάντων ἀθλιώτατοι βροτῶν διὰ τὴν ὕβριν.
s-98
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@345
εἶτα πάλιν ἐγένοντο πάντων ἀθλιώτατοι βροτῶν διὰ τὴν ὕβριν.
[99] tree
τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας·
s-99
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@348
τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας·
[100] tree
ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν.
s-100
tlg0008.tlg001.perseus-grc1.12.tb.xml@349
ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν.

Edit as listText viewDependency trees