Sentence view
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | dev |
---|
showing 201 - 300 of 1019 • previous • next
μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο
s-201
81925
μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο
Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν ἄγγελον
s-202
70040
Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν ἄγγελον
Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα
s-203
81926
Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα
ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου ἀπιγμένα
s-204
70041
ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου ἀπιγμένα
οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὸ αὐτὸ ἐξεφέροντο κελεύοντες ἀπίστασθαι
s-205
70042
οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὸ αὐτὸ ἐξεφέροντο κελεύοντες ἀπίστασθαι
Ἑκαταῖος δ’ ὁ λογοποιὸς πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέι τῶν Περσέων ἀναιρέεσθαι καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν δύναμιν αὐτοῦ
s-206
70043

ἐπείτε δὲ οὐκ ἔπειθε δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται
s-207
70044
ἐπείτε δὲ οὐκ ἔπειθε δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται
ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο
s-208
70045
ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο
ἐπίστασθαι γὰρ τὴν δύναμιν τῶν Μιλησίων ἐοῦσαν ἀσθενέα
s-209
70046
ἐπίστασθαι γὰρ τὴν δύναμιν τῶν Μιλησίων ἐοῦσαν ἀσθενέα
εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι τὰ Κροῖσος ὁ Λυδὸς ἀνέθηκε πολλὰς εἶχε ἐλπίδας ἐπικρατήσειν τῆς θαλάσσης καὶ οὕτω αὐτούς τε ἕξειν τοῖσι χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά
s-210
70047

τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων
s-211
70048
τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων
αὕτη μὲν δὴ οὐκ ἐνίκα ἡ γνώμη
s-212
70049
αὕτη μὲν δὴ οὐκ ἐνίκα ἡ γνώμη
ἐδόκεε δὲ ὅμως ἀπίστασθαι ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν ἐὸν ἐνθαῦτα συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας στρατηγούς
s-213
81927

ἀποπεμφθέντος δὲ Ἰητραγόρεω κατ’ αὐτὸ τοῦτο καὶ συλλαβόντος δόλῳ Ὀλίατον Ἰβανώλλιος Μυλασσέα καὶ Ἱστιαῖον Τύμνεω Τερμερέα καὶ Κώην Ἐρξάνδρου τῷ Δαρεῖος Μυτιλήνην ἐδωρήσατο καὶ Ἀρισταγόρην Ἡρακλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς οὕτω δὴ ἐκ τοῦ ἐμφανέος ὁ Ἀρισταγόρης ἀπεστήκεε πᾶν ἐπὶ Δαρείῳ μηχανώμενος
s-214
70050

καὶ πρῶτα μὲν λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην ἐποίεε τῇ Μιλήτῳ ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπισταίατο
s-215
70051

μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὸ αὐτὸ τοῦτο ἐποίεε
s-216
81929
μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὸ αὐτὸ τοῦτο ἐποίεε
τοὺς μὲν ἐξελαύνων τῶν τυράννων τοὺς δ’ ἔλαβε τυράννους ἀπὸ τῶν νεῶν τῶν συμπλευσασέων ἐπὶ Νάξον τούτους δὲ φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου ἄλλον ἐς ἄλλην πόλιν παραδιδούς ὅθεν εἴη ἕκαστος
s-217
81930

Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον ἐξαγαγόντες κατέλευσαν
s-218
70052
Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον ἐξαγαγόντες κατέλευσαν
Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν
s-219
81931
Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν
ὣς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν
s-220
70053
ὣς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν
τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας
s-221
70054
τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας
Ἀρισταγόρης δὲ ὁ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο
s-222
81932

ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι
s-223
70055
ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι
τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε
s-224
70056
τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε
Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην οὐ κατ’ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος
s-225
81933
Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην οὐ κατ’ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος
Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα καὶ ἐούσης ταύτης οἱ καταθυμίης παῖδες οὐκ ἐγίνοντο
s-226
70057

τούτου δὲ τοιούτου ἐόντος οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν
s-227
70058
τούτου δὲ τοιούτου ἐόντος οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν
εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς ἀλλ’ ἡμῖν τοῦτ’ ἐστὶ οὐ περιοπτέον γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον
s-228
81934

σύ νυν τὴν μὲν ἔχεις γυναῖκα ἐπείτε τοι οὐ τίκτει ἔξεο
s-229
70059
σύ νυν τὴν μὲν ἔχεις γυναῖκα ἐπείτε τοι οὐ τίκτει ἔξεο
καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις
s-231
70060
καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις
ὃ δ’ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι
s-232
70061

οὐδέ σφι πείσεσθαι
s-233
70062
οὐδέ σφι πείσεσθαι
Ἴωνες μὲν τούτοισι ἀμείψαντο
s-234
70562
Ἴωνες μὲν τούτοισι ἀμείψαντο
μετὰ δε ἡκόντων ἐς τὸ πεδίον τὸ Σαλαμινίων τῶν Περσέων διέτασσον οἱ βασιλέες τῶν Κυπρίων τοὺς μὲν ἄλλους Κυπρίους κατὰ τοὺς ἄλλους στρατιώτας ἀντιτάσσοντες
s-235
70563

Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι
s-236
83395
Σαλαμινίων δὲ καὶ Σολίων ἀπολέξαντες τὸ ἄριστον ἀντέτασσον Πέρσῃσι
Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος
s-237
70564
Ἀρτυβίῳ δὲ τῷ στρατηγῷ τῶν Περσέων ἐθελοντὴς ἀντετάσσετο Ὀνήσιλος
ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν
s-238
70565
ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν
πυθόμενος ὦν ταῦτα ὁ Ὀνήσιλος ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος εἶπε πρὸς τοῦτον
s-239
70566

πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ
s-240
70567

σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον
s-241
70568
σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον
εἶπε πρὸς ταῦτα ὁ ὀπάων αὐτοῦ
s-242
70569
εἶπε πρὸς ταῦτα ὁ ὀπάων αὐτοῦ
ὦ βασιλεῦ ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς
s-243
83396

ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον φράσω
s-244
70570
ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον φράσω
βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι
s-245
70571
βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι
ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν μέγα τοι γίνεται καὶ δεύτερα ἢν σὲ ἐκεῖνος τὸ μὴ γένοιτο ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή
s-246
70572

ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον
s-247
70573
ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον
τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς
s-248
70574
τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς
ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον
s-249
70575
ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον
ταῦτα εἶπε καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί
s-250
70576
ταῦτα εἶπε καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί
νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας καὶ τούτων Σάμιοι ἠρίστευσαν
s-251
70577

πεζῇ δέ ὡς συνῆλθε τὰ στρατόπεδα συμπεσόντα ἐμάχοντο
s-252
70578
πεζῇ δέ ὡς συνῆλθε τὰ στρατόπεδα συμπεσόντα ἐμάχοντο
κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο
s-253
70579
κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο
ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον ὁ Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος ὁ Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον
s-254
70580

ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας
s-255
70581

Ἀρτύβιος μὲν δὴ ὁ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ
s-256
70582
Ἀρτύβιος μὲν δὴ ὁ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ
μαχομένων δὲ καὶ τῶν ἄλλων Στησήνωρ τύραννος ἐὼν Κουρίου προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν
s-257
70583

οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι
s-258
70584
οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι
προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὸ αὐτὸ τοῖσι Κουριεῦσι ἐποίεε
s-259
70585

γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων
s-260
70586
γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων
τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε ὁ Χέρσιος ὅς περ τὴν Κυπρίων ἀπόστασιν ἔπρηξε καὶ ὁ Σολίων βασιλεὺς Ἀριστόκυπρος ὁ Φιλοκύπρου Φιλοκύπρου δὲ τούτου τὸν Σόλων ὁ Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα
s-261
70587

Ὀνησίλου μέν νυν Ἀμαθούσιοι ὅτι σφέας ἐπολιόρκησε ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων
s-262
70588

κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε
s-263
70589
κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε
τούτου δὲ γενομένου τοιούτου ἐχρέωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι ἐμαντεύθη σφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι Ὀνησίλῳ δὲ θύειν ὡς ἥρωϊ ἀνὰ πᾶν ἔτος καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι
s-264
70590

Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ
s-265
70591
Ἀμαθούσιοι μέν νυν ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ
Ἴωνες δὲ οἱ ἐν Κύπρῳ ναυμαχήσαντες ἐπείτε ἔμαθον τὰ πρήγματα τὰ Ὀνησίλου διεφθαρμένα καὶ τὰς πόλις τῶν Κυπρίων πολιορκευμένας τὰς ἄλλας πλὴν Σαλαμῖνος ταύτην δὲ Γόργῳ τῷ προτέρῳ βασιλέι τοὺς Σαλαμινίους παραδόντας αὐτίκα μαθόντες οἱ Ἴωνες ταῦτα ἀπέπλεον ἐς τὴν Ἰωνίην
s-266
70592

τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέσχε χρόνον ἐπὶ πλεῖστον πολιορκευμένη Σόλοι τὴν πέριξ ὑπορύσσοντες τὸ τεῖχος πέμπτῳ μηνὶ εἷλον οἱ Πέρσαι
s-267
70593

Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτις ἐκ νέης κατεδεδούλωντο
s-268
70594
Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτις ἐκ νέης κατεδεδούλωντο
Δαυρίσης δὲ ἔχων Δαρείου θυγατέρα καὶ Ὑμαίης τε καὶ Ὀτάνης ἄλλοι Πέρσαι στρατηγοί ἔχοντες καὶ οὗτοι Δαρείου θυγατέρας ἐπιδιώξαντες τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων καὶ ἐσαράξαντες σφέας ἐς τὰς νέας τῇ μάχῃ ὡς ἐπεκράτησαν τὸ ἐνθεῦτεν ἐπιδιελόμενοι τὰς πόλις ἐπόρθεον
s-269
70595

Δαυρίσης μὲν τραπόμενος πρὸς τὰς ἐν Ἑλλησπόντῳ πόλις εἷλε μὲν Δάρδανον εἷλε δὲ Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παισόν
s-270
70596

ταύτας μὲν ἐπ’ ἡμέρῃ ἑκάστῃ αἵρεε
s-271
70597
ταύτας μὲν ἐπ’ ἡμέρῃ ἑκάστῃ αἵρεε
ἀπὸ δὲ Παισοῦ ἐλαύνοντί οἱ ἐπὶ Πάριον πόλιν ἦλθε ἀγγελίη τοὺς Κᾶρας τὸ αὐτὸ Ἴωσι φρονήσαντας ἀπεστάναι ἀπὸ Περσέων
s-272
83402

ἀποστρέψας ὦν ἐκ τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην
s-273
70598
ἀποστρέψας ὦν ἐκ τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην
καί κως ταῦτα τοῖσι Καρσὶ ἐξαγγέλθη πρότερον ἢ τὸν Δαυρίσην ἀπικέσθαι
s-274
70599
καί κως ταῦτα τοῖσι Καρσὶ ἐξαγγέλθη πρότερον ἢ τὸν Δαυρίσην ἀπικέσθαι
πυθόμενοι δὲ οἱ Κᾶρες συνελέγοντο ἐπὶ Λευκάς τε στήλας καλεομένας καὶ ποταμὸν Μαρσύην ὃς ῥέων ἐκ τῆς Ἰδριάδος χώρης ἐς τὸν Μαίανδρον ἐκδιδοῖ
s-275
70600

συλλεχθέντων δὲ τῶν Καρῶν ἐνθαῦτα ἐγίνοντο βουλαὶ ἄλλαι τε πολλαὶ καὶ ἀρίστη γε δοκέουσα εἶναι ἐμοὶ Πιξωδάρου τοῦ Μαυσώλου ἀνδρὸς Κινδυέος ὃς τοῦ Κιλίκων βασιλέος Συεννέσιος εἶχε θυγατέρα
s-276
70601

τούτου τοῦ ἀνδρὸς ἡ γνώμη ἔφερε διαβάντας τὸν Μαίανδρον τοὺς Κᾶρας καὶ κατὰ νώτου ἔχοντας τὸν ποταμὸν οὕτω συμβάλλειν ἵνα μὴ ἔχοντες ὀπίσω φεύγειν οἱ Κᾶρες αὐτοῦ τε μένειν ἀναγκαζόμενοι γινοίατο ἔτι ἀμείνονες τῆς φύσιος
s-277
70602

αὕτη μέν νυν οὐκ ἐνίκα ἡ γνώμη ἀλλὰ τοῖσι Πέρσῃσι κατὰ νώτου γίνεσθαι τὸν Μαίανδρον μᾶλλον ἢ σφίσι δηλαδὴ ἢν φυγὴ τῶν Περσέων γένηται καὶ ἑσσωθέωσι τῇ συμβολῇ ὡς οὐκ ἀπονοστήσουσι ἐς τὸν ποταμὸν ἐσπίπτοντες
s-278
70603

μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν
s-279
70604

τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος
s-280
83403
τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος
Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους Καρῶν δὲ ἐς μυρίους
s-281
70605
Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους Καρῶν δὲ ἐς μυρίους
ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων
s-282
70606

μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι
s-283
70607
μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι
κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι
s-284
70608

Ἀρισταγόρης μέν νυν Ἰωνίην ἀποστήσας οὕτω τελευτᾷ
s-285
70632
Ἀρισταγόρης μέν νυν Ἰωνίην ἀποστήσας οὕτω τελευτᾷ
Ἱστιαῖος δὲ ὁ Μιλήτου τύραννος μεμετιμένος ὑπὸ Δαρείου παρῆν ἐς Σάρδις
s-286
70633
Ἱστιαῖος δὲ ὁ Μιλήτου τύραννος μεμετιμένος ὑπὸ Δαρείου παρῆν ἐς Σάρδις
ἀπιγμένον δὲ αὐτὸν ἐκ τῶν Σούσων εἴρετο Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος κατὰ κοῖόν τι δοκέοι Ἴωνας ἀπεστάναι
s-287
70634

ὁ δὲ οὔτε εἰδέναι ἔφη ἐθώμαζέ τε τὸ γεγονός ὡς οὐδὲν δῆθεν τῶν παρεόντων πρηγμάτων ἐπιστάμενος
s-288
70635
ὁ δὲ οὔτε εἰδέναι ἔφη ἐθώμαζέ τε τὸ γεγονός ὡς οὐδὲν δῆθεν τῶν παρεόντων πρηγμάτων ἐπιστάμενος
ὁ δὲ Ἀρταφρένης ὁρέων αὐτὸν τεχνάζοντα εἶπε εἰδὼς τὴν ἀτρεκείην τῆς ἀποστάσιος
s-289
70636
ὁ δὲ Ἀρταφρένης ὁρέων αὐτὸν τεχνάζοντα εἶπε εἰδὼς τὴν ἀτρεκείην τῆς ἀποστάσιος
οὕτω τοι Ἱστιαῖε ἔχει κατὰ ταῦτα τὰ πρήγματα
s-290
83417
οὕτω τοι Ἱστιαῖε ἔχει κατὰ ταῦτα τὰ πρήγματα
τοῦτο τὸ ὑπόδημα ἔρραψας μὲν σύ
s-291
70637
τοῦτο τὸ ὑπόδημα ἔρραψας μὲν σύ
ὑπεδήσατο δὲ Ἀρισταγόρης
s-292
89048
ὑπεδήσατο δὲ Ἀρισταγόρης
Ἀρταφρένης μὲν ταῦτα ἐς τὴν ἀπόστασιν ἔχοντα εἶπε
s-293
70638
Ἀρταφρένης μὲν ταῦτα ἐς τὴν ἀπόστασιν ἔχοντα εἶπε
Ἱστιαῖος δὲ δείσας ὡς συνιέντα Ἀρταφρένεα ὑπὸ τὴν πρώτην ἐπελθοῦσαν νύκτα ἀπέδρη ἐπὶ θάλασσαν βασιλέα Δαρεῖον ἐξηπατηκώς
s-294
70639

ὃς Σαρδὼ νῆσον τὴν μεγίστην ὑποδεξάμενος κατεργάσασθαι ὑπέδυνε τῶν Ἰώνων τὴν ἡγεμονίην τοῦ πρὸς Δαρεῖον πολέμου
s-295
70640

διαβὰς δὲ ἐς Χίον ἐδέθη ὑπὸ Χίων καταγνωσθεὶς πρὸς αὐτῶν νεώτερα πρήσσειν πρήγματα ἐς αὐτοὺς ἐκ Δαρείου
s-296
70641

μαθόντες μέντοι οἱ Χῖοι τὸν πάντα λόγον ὡς πολέμιος εἴη βασιλέι ἔλυσαν αὐτόν
s-297
70642
μαθόντες μέντοι οἱ Χῖοι τὸν πάντα λόγον ὡς πολέμιος εἴη βασιλέι ἔλυσαν αὐτόν
ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν Ἰώνων ὁ Ἱστιαῖος κατ’ ὅ τι προθύμως οὕτω ἐπέστειλε τῷ Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτον εἴη Ἴωνας ἐξεργασμένος τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην οὐ μάλα ἐξέφαινε
s-298
70643

ὁ δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ κατοικίσαι Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ καὶ τούτων εἵνεκα ἐπιστείλειε
s-299
83418

οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας
s-300
70644
οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας
Edit as list • Text view • Dependency trees