Sentence view

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Partdev


showing 101 - 200 of 1019 • previousnext


[1] tree
νῦν τε ὅδε ἐστί
s-101
65177
νῦν τε ὅδε ἐστί
[2] tree
ἅμα δὲ ταῦτα ἔλεγε βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε
s-102
65178
ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε
[3] tree
δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν
s-103
65179
ἣ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ἐόν δακρύσασα καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς ἐχρήιζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν
[4] tree
δὲ οὐκ ἔφη οἷός τ’ εἶναι ἄλλως αὐτὰ ποιέειν
s-104
65180
ὁ δὲ οὐκ ἔφη οἷός τ’ εἶναι ἄλλως αὐτὰ ποιέειν
[5] tree
ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ
s-105
65181
ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους ἀπολέεσθαί τε κάκιστα ἢν μὴ σφεα ποιήσῃ
[6] tree
ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα δευτέρα λέγει γυνὴ τάδε
s-106
65182
ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα δευτέρα λέγει ἡ γυνὴ τάδε
[7] tree
ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι σὺ δὲ ὧδε ποίησον εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον
s-107
65183
ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι σὺ δὲ ὧδε ποίησον εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον
[8] tree
τέτοκα γὰρ καὶ ἐγώ
s-108
65184
τέτοκα γὰρ καὶ ἐγώ
[9] tree
τέτοκα δὲ τεθνεός
s-109
81365
τέτοκα δὲ τεθνεός
[10] tree
τοῦτο μὲν φέρων πρόθες
s-110
65185
τοῦτο μὲν φέρων πρόθες
[11] tree
τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν
s-111
75644
τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα ὡς ἐξ ἡμέων ἐόντα τρέφωμεν
[12] tree
καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται
s-112
65186
καὶ οὕτω οὔτε σὺ ἁλώσεαι ἀδικέων τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται
[13] tree
τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν
s-113
65187
ὅ τε γὰρ τεθνεὼς βασιληίης ταφῆς κυρήσει καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν
[14] tree
κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν γυνή καὶ αὐτίκα ἐποίεε ταῦτα
s-114
65188
κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή καὶ αὐτίκα ἐποίεε ταῦτα
[15] tree
τὸν μὲν ἔφερε θανατώσων παῖδα τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί
s-115
65189
τὸν μὲν ἔφερε θανατώσων παῖδα τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί
[16] tree
τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον
s-116
75645
τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον
[17] tree
κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει
s-117
65190
κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει
[18] tree
ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο ἤιε ἐς πόλιν βουκόλος τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών
s-118
65191
ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο ἤιε ἐς πόλιν ὁ βουκόλος τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών
[19] tree
ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν
s-119
75651
ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν
[20] tree
πέμψας δὲ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον
s-120
65192
πέμψας δὲ ὅ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον
[21] tree
καὶ τὸ μὲν ἐτέθαπτο
s-121
75652
καὶ τὸ μὲν ἐτέθαπτο
[22] tree
τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε γυνὴ τοῦ βουκόλου οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη
s-122
75653
τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη
[23] tree
καὶ ὅτε ἦν δεκαέτης παῖς πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν
s-123
65193
καὶ ὅτε ἦν δεκαέτης ὁ παῖς πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν
[24] tree
ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται
s-124
65194
ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται
[25] tree
ἔπαιζε δὲ μετ’ ἄλλων ἡλίκων ἐν ὁδῷ
s-125
81371
ἔπαιζε δὲ μετ’ ἄλλων ἡλίκων ἐν ὁδῷ
[26] tree
καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα
s-126
65195
καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα
[27] tree
δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν τοὺς δὲ δορυφόρους εἶναι τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι
s-127
65196
ὁ δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν τοὺς δὲ δορυφόρους εἶναι τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι
[28] tree
τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας ὡς ἑκάστῳ ἔργον προστάσσων
s-128
75656
τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας ὡς ἑκάστῳ ἔργον προστάσσων
[29] tree
εἷς δὴ τούτων τῶν παίδων συμπαίζων ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου
s-129
65197
εἷς δὴ τούτων τῶν παίδων συμπαίζων ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου
[30] tree
ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν
s-130
75657
ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν
[31] tree
πειθομένων δὲ τῶν παίδων Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων
s-131
75658
πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων
[32] tree
δὲ ἐπείτε μετείθη τάχιστα ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών μᾶλλόν τι περιημέκτεε
s-132
65198
ὁ δὲ ἐπείτε μετείθη τάχιστα ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών μᾶλλόν τι περιημέκτεε
[33] tree
κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε λέγων δὲ οὐ Κύρου οὐ γάρ κω ἦν τοῦτο τὸ ὄνομα ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός
s-133
75665
κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε λέγων δὲ οὐ Κύρου οὐ γάρ κω ἦν τοῦτο τὸ ὄνομα ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός
[34] tree
δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι λέγων βασιλεῦ ὑπὸ τοῦ σοῦ δούλου βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους
s-134
65199
ὁ δὲ Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι λέγων ὦ βασιλεῦ ὑπὸ τοῦ σοῦ δούλου βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους
[35] tree
ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα
s-135
65200
ἀκούσας δὲ καὶ ἰδὼν Ἀστυάγης θέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρεος εἵνεκα μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα
[36] tree
ἐπείτε δὲ παρῆσαν ἀμφότεροι βλέψας πρὸς τὸν Κῦρον Ἀστυάγης ἔφη
s-136
65201
ἐπείτε δὲ παρῆσαν ἀμφότεροι βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη
[37] tree
σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρ’ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν
s-137
65202
σὺ δὴ ἐὼν τοῦδε τοιούτου ἐόντος παῖς ἐτόλμησας τὸν τοῦδε παῖδα ἐόντος πρώτου παρ’ ἐμοὶ ἀεικείῃ τοιῇδε περισπεῖν
[38] tree
δὲ ἀμείβετο ὧδε
s-138
65203
ὁ δὲ ἀμείβετο ὧδε
[39] tree
δέσποτα ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ
s-139
65204
ὦ δέσποτα ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ
[40] tree
οἱ γάρ με ἐκ τῆς κώμης παῖδες τῶν καὶ ὅδε ἦν παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα
s-140
65205
οἱ γάρ με ἐκ τῆς κώμης παῖδες τῶν καὶ ὅδε ἦν παίζοντες σφέων αὐτῶν ἐστήσαντο βασιλέα
[41] tree
ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος
s-141
65206
ἐδόκεον γὰρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδεότατος
[42] tree
οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον
s-142
65207
οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλεον
[43] tree
οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα ἐς ἔλαβὲ τὴν δίκην
s-143
75669
οὗτος δὲ ἀνηκούστεέ τε καὶ λόγον εἶχε οὐδένα ἐς ὃ ἔλαβὲ τὴν δίκην
[44] tree
εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί ὅδε τοὶ πάρειμι
s-144
65208
εἰ ὦν δὴ τοῦδε εἵνεκα ἄξιός τευ κακοῦ εἰμί ὅδε τοὶ πάρειμι
[45] tree
ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ καὶ οἱ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ὑπόκρισις ἐλευθερωτέρη εἶναι τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν
s-145
65209
ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ καὶ οἱ ὅ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ἡ ὑπόκρισις ἐλευθερωτέρη εἶναι ὅ τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν
[46] tree
ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν
s-146
65210
ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν
[47] tree
μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ
s-147
65211
μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ
[48] tree
Ἀρτέμβαρες ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι
s-148
75677
Ἀρτέμβαρες ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι
[49] tree
τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει
s-149
65212
τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει
[50] tree
τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος
s-150
75683
τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος
[51] tree
ἐπεὶ δὲ ὑπελέλειπτο βουκόλος μοῦνος μουνόθεν τάδε αὐτὸν εἴρετο Ἀστυάγεος κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη παραδούς
s-151
75684
ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μοῦνος μουνόθεν τάδε αὐτὸν εἴρετο ὁ Ἀστυάγεος κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς
[52] tree
δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρ’ ἑωυτῷ
s-152
65213
ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρ’ ἑωυτῷ
[53] tree
Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν
s-153
65214
Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν
[54] tree
δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον
s-154
65215
ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον
[55] tree
ἀρχόμενος δὲ ἀπ’ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν
s-155
65216
ἀρχόμενος δὲ ἀπ’ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν
[56] tree
Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο
s-156
65217
Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο
[57] tree
Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε
s-157
81373
Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε
[58] tree
ὡς δέ οἱ παρῆν Ἅρπαγος εἴρετό μιν Ἀστυάγης
s-158
65218
ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος εἴρετό μιν ὁ Ἀστυάγης
[59] tree
Ἅρπαγε τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς
s-159
75696
Ἅρπαγε τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς
[60] tree
δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται ἀλλὰ λέγει τάδε
s-160
65219
ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται ἀλλὰ λέγει τάδε
[61] tree
βασιλεῦ ἐπείτε παρέλαβον τὸ παιδίον ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης
s-161
65220
ὦ βασιλεῦ ἐπείτε παρέλαβον τὸ παιδίον ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης
[62] tree
ποιέω δὴ ὧδε
s-162
65221
ποιέω δὴ ὧδε
[63] tree
καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό
s-163
65222
καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό
[64] tree
καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην
s-164
65223
καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην
[65] tree
σὺ γὰρ ἐνετέλλεο οὕτω
s-165
65224
σὺ γὰρ ἐνετέλλεο οὕτω
[66] tree
παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ
s-166
65225
παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ
[67] tree
ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον δι’ ἐκείνων καὶ ἔθαψά μιν
s-167
65226
ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον δι’ ἐκείνων καὶ ἔθαψά μιν
[68] tree
οὕτω ἔσχε βασιλεῦ περὶ τοῦ πρήγματος τούτου καὶ τοιούτῳ μόρῳ ἐχρήσατο παῖς
s-168
65227
οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς
[69] tree
Ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον
s-169
65228
Ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον
[70] tree
Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός πρῶτα μέν κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ
s-170
65229
Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός πρῶτα μέν κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ
[71] tree
μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο κατέβαινε λέγων ὡς περίεστί τε παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς
s-171
75697
μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο κατέβαινε λέγων ὡς περίεστί τε ὁ παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς
[72] tree
τῷ τε γὰρ πεποιημένῳ ἔφη λέγων ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην
s-172
65230
τῷ τε γὰρ πεποιημένῳ ἔφη λέγων ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην
[73] tree
ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα
s-173
65231
ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα
[74] tree
τοῦτο δὲ σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται πάρισθί μοι ἐπὶ δεῖπνον
s-174
75698
τοῦτο δὲ σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται πάρισθί μοι ἐπὶ δεῖπνον
[75] tree
Ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἁμαρτὰς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο ἤιε ἐς τὰ οἰκία
s-175
65232
Ἅρπαγος μὲν ὡς ἤκουσε ταῦτα προσκυνήσας καὶ μεγάλα ποιησάμενος ὅτι τε ἡ ἁμαρτὰς οἱ ἐς δέον ἐγεγόνεε καὶ ὅτι ἐπὶ τύχῃσι χρηστῇσι ἐπὶ δεῖπνον ἐκέκλητο ἤιε ἐς τὰ οἰκία
[76] tree
ἐσελθὼν δὲ τὴν ταχίστην ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς τοῦτον ἐκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν τι ἂν ἐκεῖνος κελεύῃ
s-176
65233
ἐσελθὼν δὲ τὴν ταχίστην ἦν γὰρ οἱ παῖς εἷς μοῦνος ἔτεα τρία καὶ δέκα κου μάλιστα γεγονώς τοῦτον ἐκπέμπεν ἰέναι τε κελεύων ἐς Ἀστυάγεος καὶ ποιέειν ὅ τι ἂν ἐκεῖνος κελεύῃ
[77] tree
αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα
s-177
75707
αὐτὸς δὲ περιχαρὴς ἐὼν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα
[78] tree
Ἀστυάγης δέ ὥς οἱ ἀπίκετο Ἁρπάγου παῖς σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν
s-178
65234
Ἀστυάγης δέ ὥς οἱ ἀπίκετο ὁ Ἁρπάγου παῖς σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν
[79] tree
εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα
s-179
75708
εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα
[80] tree
ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ Ἅρπαγος τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν τὰ ἄλλα πάντα
s-180
65235
ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν τὰ ἄλλα πάντα
[81] tree
ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα
s-181
65236
ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα
[82] tree
ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ
s-182
65237
ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ
[83] tree
φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας
s-183
65238
φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας
[84] tree
Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν
s-184
75710
Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν
[85] tree
πειθόμενος δὲ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα
s-185
65239
πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα
[86] tree
ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται
s-186
75714
ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται
[87] tree
εἴρετο δὲ αὐτὸν Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι
s-187
65240
εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι
[88] tree
δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ
s-188
65241
ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ
[89] tree
τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία
s-189
65242
τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία
[90] tree
ἐνθεῦτεν δὲ ἔμελλε ὡς ἐγὼ δοκέω ἁλίσας θάψειν τὰ πάντα
s-190
75717
ἐνθεῦτεν δὲ ἔμελλε ὡς ἐγὼ δοκέω ἁλίσας θάψειν τὰ πάντα
[91] tree
Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ Ἀρταφρένεϊ ἐκτελέσαι
s-191
70032
Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ Ἀρταφρένεϊ ἐκτελέσαι
[92] tree
ἅμα δὲ ἐπίεζέ μιν δαπάνη τῆς στρατιῆς ἀπαιτεομένη ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος ἐδόκεέ τε τὴν βασιληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι
s-192
70033
ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆς στρατιῆς ἀπαιτεομένη ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος ἐδόκεέ τε τὴν βασιληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι
[93] tree
ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο ἀπόστασιν
s-193
70034
ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο ἀπόστασιν
[94] tree
συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος
s-194
70035
συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος
[95] tree
γὰρ Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσομενέων τῶν ὁδῶν
s-195
70036
ὁ γὰρ Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσομενέων τῶν ὁδῶν
[96] tree
δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσας τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας
s-196
81923
ὁ δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσας τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας
[97] tree
ὡς δὲ ἀνέφυσαν τάχιστα ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος αὐτῷ ἄλλο μὲν οὐδέν ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον κελεύειν Ἀρισταγόρην ξυρήσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν κεφαλήν
s-197
81924
ὡς δὲ ἀνέφυσαν τάχιστα ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος αὐτῷ ἄλλο μὲν οὐδέν ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον κελεύειν Ἀρισταγόρην ξυρήσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν κεφαλήν
[98] tree
τὰ δὲ στίγματα ἐσήμαινε ὡς καὶ πρότερόν μοι εἴρηται ἀπόστασιν
s-198
70037
τὰ δὲ στίγματα ἐσήμαινε ὡς καὶ πρότερόν μοι εἴρηται ἀπόστασιν
[99] tree
ταῦτα δὲ Ἱστιαῖος ἐποίεε συμφορὴν ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι
s-199
70038
ταῦτα δὲ ὁ Ἱστιαῖος ἐποίεε συμφορὴν ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι
[100] tree
ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι ἐπὶ θάλασσαν
s-200
70039
ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι ἐπὶ θάλασσαν

Edit as listText viewDependency trees