Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 1 - 100 of 182 • next
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε·
s-1
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273414
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε·
νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
s-2
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273415
νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
s-3
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273417
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
ἦ μέν οἱ πατέῤ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί·
s-4
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273418
ἦ μέν οἱ πατέῤ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί·
λιπὼν δ̓ ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
s-5
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273419
λιπὼν δ̓ ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
τὼς γάρ οἱ διέκειτο, θεοὶ δ̓ ἐπὶ μάρτυροι ἦσαν·
s-6
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273421
τὼς γάρ οἱ διέκειτο, θεοὶ δ̓ ἐπὶ μάρτυροι ἦσαν·
τῶν ὅ γ̓ ὀπίζετο μῆνιν, ἐπείγετο δ̓ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
s-7
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273422
τῶν ὅ γ̓ ὀπίζετο μῆνιν, ἐπείγετο δ̓ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι.
s-8
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273424
ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι.
πατὴρ δ̓ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τ̓ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
s-9
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273425
πατὴρ δ̓ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τ̓ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
ὦρτο δ̓ ἀπ̓ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος·
s-10
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273426
ὦρτο δ̓ ἀπ̓ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος·
τάχα δ̓ ἷξε Τυφαόνιον·
s-11
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273427
τάχα δ̓ ἷξε Τυφαόνιον·
τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
s-12
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273428
τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
s-13
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273429
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ̓ ἄῤ ἐέλδωρ·
s-14
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273430
αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ̓ ἄῤ ἐέλδωρ·
οὐ δ̓ ὅ γ̓ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτ̓ ἰέναι, πρίν γ̓ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
s-15
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273432
οὐ δ̓ ὅ γ̓ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτ̓ ἰέναι, πρίν γ̓ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
ὡς δ̓ ὅτ̓ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπ̓ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότ̓ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
s-16
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273434
ὡς δ̓ ὅτ̓ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπ̓ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότ̓ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
παννύχιος δ̓ ἄῤ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
s-17
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273435
παννύχιος δ̓ ἄῤ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθ̓ ὁμὰ φρονέοντε·
s-18
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273436
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθ̓ ὁμὰ φρονέοντε·
κασιγνήτω γε μὲν ἤστην·
s-19
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273437
κασιγνήτω γε μὲν ἤστην·
ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
s-20
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273441
ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
χθόνα δ̓ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφ̓ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφ̓ ἅρμασι καὶ ποσὶν ἵππων.
s-21
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273443
χθόνα δ̓ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφ̓ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφ̓ ἅρμασι καὶ ποσὶν ἵππων.
ἅρματα δ̓ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων·
s-22
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273444
ἅρματα δ̓ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων·
κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
s-23
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273445
κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
s-24
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273446
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
πᾶν δ̓ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
s-25
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273448
πᾶν δ̓ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
πῦρ δ̓ ὣς ὀφθαλμῶν ἀπελάμπετο.
s-26
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273449
πῦρ δ̓ ὣς ὀφθαλμῶν ἀπελάμπετο.
τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γ̓ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
s-27
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273450
τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γ̓ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
s-28
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273451
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγ̓ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτ̓ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ̓ εὐρυμετώπων·
s-29
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273453
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγ̓ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτ̓ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ̓ εὐρυμετώπων·
ζῶε δ̓ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ·
s-30
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273455
ζῶε δ̓ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ·
τάχα δ̓ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθ̓ οὔ τε φυὴν ἐναλίγκιοι οὔ τε νόημα, σός τε πατὴρ καὶ ἐγώ·
s-31
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273456
τάχα δ̓ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθ̓ οὔ τε φυὴν ἐναλίγκιοι οὔ τε νόημα, σός τε πατὴρ καὶ ἐγώ·
τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος·
s-32
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273457
τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος·
ἦ που πολλὰ μετεστεναχίζετ̓ ὀπίσσω ἣν ἄτην ὀχέων·
s-33
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273458
ἦ που πολλὰ μετεστεναχίζετ̓ ὀπίσσω ἣν ἄτην ὀχέων·
ἣ δ̓ οὐ παλινάγρετός ἐστιν.
s-34
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273459
ἣ δ̓ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ̓ ἀέθλους.
s-35
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273460
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ̓ ἀέθλους.
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ̓ ἡνία φοινικόεντα ἵππων ὠκυπόδων·
s-36
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273461
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ̓ ἡνία φοινικόεντα ἵππων ὠκυπόδων·
μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
s-37
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273462
μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
s-38
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273463
ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
τὸν δ̓ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
s-39
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273464
τὸν δ̓ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
ἠθεῖ̓, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·
s-40
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273465
ἠθεῖ̓, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
s-41
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273466
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
Ὣς φάτο·
s-42
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273468
Ὣς φάτο·
μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας·
s-43
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273469
μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
s-44
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273471
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
s-45
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273474
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ̓ ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
s-46
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273475
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ̓ ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετ̓ ἐξόπιθεν·
s-47
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273477
κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετ̓ ἐξόπιθεν·
εἵλετο δ̓ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δ̓ ἔπ̓ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτ̓ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
s-48
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273480
εἵλετο δ̓ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δ̓ ἔπ̓ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτ̓ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
s-49
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273484
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
s-50
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273485
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
εἷμα δ̓ ἔχ̓ ἄμφ̓ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
s-51
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273488
εἷμα δ̓ ἔχ̓ ἄμφ̓ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο Ἀμφιτρυωνιάδης, τὰ δ̓ ἐδαίετο θαυματὰ ἔργα.
s-52
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273490
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο Ἀμφιτρυωνιάδης, τὰ δ̓ ἐδαίετο θαυματὰ ἔργα.
στίγματα δ̓ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
s-53
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273491
στίγματα δ̓ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν·
s-54
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273495
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν·
οὐ δέ νυ τώ γε οὐδέτεροι τρεέτην·
s-55
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273496
οὐ δέ νυ τώ γε οὐδέτεροι τρεέτην·
φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
s-56
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273497
φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
οἳ δ̓ αὐχένας ἐξεριπόντες κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
s-57
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273499
οἳ δ̓ αὐχένας ἐξεριπόντες κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
τοὶ δ̓ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
s-58
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273500
τοὶ δ̓ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
Κένταυροι δ̓ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδ̓ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ̓ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
s-59
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273503
Κένταυροι δ̓ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδ̓ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ̓ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
s-60
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273506
παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
ἐπὶ δ̓ ᾤχετο φύλοπιν αἰνήν.
s-61
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273508
ἐπὶ δ̓ ᾤχετο φύλοπιν αἰνήν.
ἐν δ̓ ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι·
s-62
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273510
ἐν δ̓ ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι·
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος·
s-63
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273514
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος·
τῶν δ̓ ὕπο χάλκειοι τρέον ἰχθύες·
s-64
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273517
τῶν δ̓ ὕπο χάλκειοι τρέον ἰχθύες·
αὐτὰρ ἐπ̓ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος·
s-65
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273518
αὐτὰρ ἐπ̓ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος·
εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
s-66
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273519
εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον·
s-67
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273521
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον·
ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
s-68
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273522
ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο χαλκέου ἐκ τελαμῶνος·
s-69
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273523
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο χαλκέου ἐκ τελαμῶνος·
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς·
s-70
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273525
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς·
ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη·
s-71
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273526
ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη·
θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι·
s-72
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273527
θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι·
δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος κεῖτ̓ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
s-73
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273528
δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος κεῖτ̓ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς Περσεὺς Δαναΐδης ἐτιταίνετο.
s-74
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273529
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς Περσεὺς Δαναΐδης ἐτιταίνετο.
ταὶ δὲ μετ̓ αὐτὸν Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν.
s-75
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273530
ταὶ δὲ μετ̓ αὐτὸν Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν.
ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως·
s-76
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273531
ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως·
ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντ̓ ἐπικυρτώοντε κάρηνα.
s-77
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273532
ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντ̓ ἐπικυρτώοντε κάρηνα.
λίχμαζον δ̓ ἄρα τώ γε·
s-78
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273533
λίχμαζον δ̓ ἄρα τώ γε·
μένει δ̓ ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω.
s-79
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273534
μένει δ̓ ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω.
ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας Φόβος.
s-80
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273535
ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας Φόβος.
πολλοὶ μὲν κέατο, πλέονες δ̓ ἔτι δῆριν ἔχοντες μάρνανθ̓·
s-81
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273537
πολλοὶ μὲν κέατο, πλέονες δ̓ ἔτι δῆριν ἔχοντες μάρνανθ̓·
ἄνδρες δ̓, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες·
s-82
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273539
ἄνδρες δ̓, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες·
τοὶ δ̓ αὖτε μάχην ἔχον.
s-83
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273540
τοὶ δ̓ αὖτε μάχην ἔχον.
αἳ δὲ μετ̓ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τ̓ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων·
s-84
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273541
αἳ δὲ μετ̓ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τ̓ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων·
πᾶσαι δ̓ ἄῤ ἵεντο αἷμα μέλαν πιέειν·
s-85
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273542
πᾶσαι δ̓ ἄῤ ἵεντο αἷμα μέλαν πιέειν·
ὃν δὲ πρῶτον μεμάποιεν κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλ̓ ὄνυχας μεγάλους, ψυχὴ δ̓ Ἄιδόσδε κατῇεν Τάρταρον ἐς κρυόενθ̓.
s-86
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273543
ὃν δὲ πρῶτον μεμάποιεν κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλ̓ ὄνυχας μεγάλους, ψυχὴ δ̓ Ἄιδόσδε κατῇεν Τάρταρον ἐς κρυόενθ̓.
αἳ δὲ φρένας εὖτ̓ ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δ̓ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
s-87
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273544
αἳ δὲ φρένας εὖτ̓ ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δ̓ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν·
s-88
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273545
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν·
ἣ μὲν ὑφήσσων Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ̓ ἄρα ἥ γε τῶν γε μὲν ἀλλάων προφερής τ̓ ἦν πρεσβυτάτη τε.
s-89
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273546
ἣ μὲν ὑφήσσων Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ̓ ἄρα ἥ γε τῶν γε μὲν ἀλλάων προφερής τ̓ ἦν πρεσβυτάτη τε.
πᾶσαι δ̓ ἀμφ̓ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
s-90
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273547
πᾶσαι δ̓ ἀμφ̓ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
δεινὰ δ̓ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δ̓ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
s-91
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273548
δεινὰ δ̓ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δ̓ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
πὰρ δ̓ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή, χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δ̓ ὄνυχες χείρεσσιν ὑπῆσαν.
s-92
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273549
πὰρ δ̓ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή, χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δ̓ ὄνυχες χείρεσσιν ὑπῆσαν.
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ̓ ἀπελείβετ̓ ἔραζ̓·
s-93
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273550
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ̓ ἀπελείβετ̓ ἔραζ̓·
ἣ δ̓ ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, δάκρυσι μυδαλέη.
s-94
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273551
ἣ δ̓ ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, δάκρυσι μυδαλέη.
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι·
s-95
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273553
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι·
τοὶ δ̓ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε τέρψιν ἔχον·
s-96
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273554
τοὶ δ̓ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε τέρψιν ἔχον·
τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ̓ ἀπήνης ἤγοντ̓ ἀνδρὶ γυναῖκα, πολὺς δ̓ ὑμέναιος ὀρώρει·
s-97
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273555
τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ̓ ἀπήνης ἤγοντ̓ ἀνδρὶ γυναῖκα, πολὺς δ̓ ὑμέναιος ὀρώρει·
τῆλε δ̓ ἀπ̓ αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἔνι δμῳῶν·
s-98
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273556
τῆλε δ̓ ἀπ̓ αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἔνι δμῳῶν·
ταὶ δ̓ ἀγλαΐῃ τεθαλυῖαι πρόσθ̓ ἔκιον·
s-99
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273557
ταὶ δ̓ ἀγλαΐῃ τεθαλυῖαι πρόσθ̓ ἔκιον·
τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
s-100
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273558
τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
Edit as list • Text view • Dependency trees