Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 101 - 200 of 182 • previous
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
s-101
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273559
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
αἳ δ̓ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
s-102
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273560
αἳ δ̓ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε ἀγλαΐαι τ̓ εἶχον.
s-103
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273562
πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε ἀγλαΐαι τ̓ εἶχον.
τοὶ δ̓ αὖ προπάροιθε πόληος νῶθ̓ ἵππων ἐπιβάντες ἐθύνεον.
s-104
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273563
τοὶ δ̓ αὖ προπάροιθε πόληος νῶθ̓ ἵππων ἐπιβάντες ἐθύνεον.
οἱ δ̓ ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατ̓.
s-105
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273564
οἱ δ̓ ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατ̓.
οἳ δ̓ ἄῤ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν, οἳ δ̓ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
s-106
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273567
οἳ δ̓ ἄῤ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν, οἳ δ̓ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν.
s-107
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273568
οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν.
μελάνθησάν γε μὲν αἵδε.
s-108
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273570
μελάνθησάν γε μὲν αἵδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δ̓ ἤρυον·
s-109
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273571
οἵ γε μὲν ἐτράπεον, τοὶ δ̓ ἤρυον·
οἳ δ̓ ἐμάχοντο πύξ τε καὶ ἑλκηδόν·
s-110
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273572
οἳ δ̓ ἐμάχοντο πύξ τε καὶ ἑλκηδόν·
τοὶ δ̓ ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δ̓ ἱέμενοι ὑπαλύξαι.
s-111
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273573
τοὶ δ̓ ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δ̓ ἱέμενοι ὑπαλύξαι.
πὰρ δ̓ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ̓ ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον.
s-112
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273574
πὰρ δ̓ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ̓ ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον.
ἐυπλεκέων δ̓ ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους ῥυτὰ χαλαίνοντες, τὰ δ̓ ἐπικροτέοντα πέτοντο ἅρματα κολλήεντ̓, ἐπὶ δὲ πλῆμναι μέγ̓ ἀύτευν.
s-113
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273575
ἐυπλεκέων δ̓ ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους ῥυτὰ χαλαίνοντες, τὰ δ̓ ἐπικροτέοντα πέτοντο ἅρματα κολλήεντ̓, ἐπὶ δὲ πλῆμναι μέγ̓ ἀύτευν.
οἳ μὲν ἄῤ ἀίδιον εἶχον πόνον οὐ δέ ποτέ σφιν νίκη ἐπηνύσθη, ἀλλ̓ ἄκριτον εἶχον ἄεθλον.
s-114
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273576
οἳ μὲν ἄῤ ἀίδιον εἶχον πόνον οὐ δέ ποτέ σφιν νίκη ἐπηνύσθη, ἀλλ̓ ἄκριτον εἶχον ἄεθλον.
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος, χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
s-115
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273577
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος, χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
ἀμφὶ δ̓ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ̓ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλ̓ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπ̓ ἄκρον ὕδωρ·
s-116
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273578
ἀμφὶ δ̓ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ̓ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλ̓ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπ̓ ἄκρον ὕδωρ·
παρὰ δ̓ ἰχθύες ἐκλονέοντο.
s-117
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273579
παρὰ δ̓ ἰχθύες ἐκλονέοντο.
τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως·
s-118
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273581
τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως·
ἐπὶ δ̓ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς·
s-119
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273582
ἐπὶ δ̓ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς·
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
s-120
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273585
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τ̓ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
s-121
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273586
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τ̓ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
s-122
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273587
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
εὖτ̓ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτ̓ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ̓ οὐτάμεν ὀξέι χαλκῷ·
s-123
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273588
εὖτ̓ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτ̓ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ̓ οὐτάμεν ὀξέι χαλκῷ·
ἂψ δ̓ ἀναχάσσασθαι·
s-124
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273589
ἂψ δ̓ ἀναχάσσασθαι·
ὣς εἰποῦσ̓ ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα, ἐσσυμένως.
s-125
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273591
ὣς εἰποῦσ̓ ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα, ἐσσυμένως.
τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο·
s-126
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273592
τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο·
τοὶ δ̓ ὑπ̓ ὀμοκλῆς ῥίμφ̓ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
s-127
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273593
τοὶ δ̓ ὑπ̓ ὀμοκλῆς ῥίμφ̓ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
περιστονάχησε δὲ γαῖα.
s-128
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273595
περιστονάχησε δὲ γαῖα.
τοὶ δ̓ ἄμυδις προγένοντ̓ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θ̓ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
s-129
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273596
τοὶ δ̓ ἄμυδις προγένοντ̓ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θ̓ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν ἵπποι μὲν ἔπειθ̓ ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
s-130
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273597
τῶν ἵπποι μὲν ἔπειθ̓ ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
s-131
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273598
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου εἶκε παρὲξ ἰέναι.
s-132
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273600
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου εἶκε παρὲξ ἰέναι.
Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα·
s-133
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273601
Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα·
ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ Τρηχῖνος προβέβηκε, σὺ δ̓ εὖ μάλα οἶσθα καὶ αὐτός·
s-134
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273602
ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ Τρηχῖνος προβέβηκε, σὺ δ̓ εὖ μάλα οἶσθα καὶ αὐτός·
ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
s-135
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273604
ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι ἔγχεος ἡμετέρου, ὅθ̓ ὑπὲρ Πύλου ἠμαθόεντος ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
s-136
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273605
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι ἔγχεος ἡμετέρου, ὅθ̓ ὑπὲρ Πύλου ἠμαθόεντος ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
s-137
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273606
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
πρηνὴς δ̓ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
s-138
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273607
πρηνὴς δ̓ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφ̓ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
s-139
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273608
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφ̓ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
ὣς ἔφατ̓·
s-140
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273609
ὣς ἔφατ̓·
οὐ δ̓ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
s-141
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273610
οὐ δ̓ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
ἡνίοχοι δ̓ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
s-142
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273612
ἡνίοχοι δ̓ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
τῶν δ̓ ὕπο σευομένων κανάχιζε πόσ̓ εὐρεῖα χθών.
s-143
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273613
τῶν δ̓ ὕπο σευομένων κανάχιζε πόσ̓ εὐρεῖα χθών.
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ̓ Ἰαωλκὸς Ἄρνη τ̓ ἠδ̓ Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὕπ̓ ἀμφοτέρων μεγάλ̓ ἴαχον·
s-144
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273615
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ̓ Ἰαωλκὸς Ἄρνη τ̓ ἠδ̓ Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὕπ̓ ἀμφοτέρων μεγάλ̓ ἴαχον·
οἳ δ̓ ἀλαλητῷ θεσπεσίῳ σύνισαν·
s-145
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273616
οἳ δ̓ ἀλαλητῷ θεσπεσίῳ σύνισαν·
μέγα δ̓ ἔκτυπε μητίετα Ζεύς.
s-146
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273617
μέγα δ̓ ἔκτυπε μητίετα Ζεύς.
κὰδ δ̓ ἄῤ ἀπ̓ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
s-147
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273618
κὰδ δ̓ ἄῤ ἀπ̓ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
τὴν ὥρην μάρναντο, πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει.
s-148
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273622
τὴν ὥρην μάρναντο, πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει.
ἔνθ̓ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, οὐ δ̓ ἔρρηξεν χαλκόν·
s-149
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273627
ἔνθ̓ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, οὐ δ̓ ἔρρηξεν χαλκόν·
ἔρυτο δὲ δῶρα θεοῖο.
s-150
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273628
ἔρυτο δὲ δῶρα θεοῖο.
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλασ̓ ἐπικρατέως·
s-151
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273629
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλασ̓ ἐπικρατέως·
ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε ἀνδροφόνος μελίη·
s-152
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273630
ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε ἀνδροφόνος μελίη·
μέγα γὰρ σθένος ἔμπεσε φωτός.
s-153
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273631
μέγα γὰρ σθένος ἔμπεσε φωτός.
ὣς ἔριπ̓·
s-154
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273633
ὣς ἔριπ̓·
ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
s-155
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273634
ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
ἐμ μένεος δ̓ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
s-156
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273636
ἐμ μένεος δ̓ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
γλαυκιόων δ̓ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐ δέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐ δὲ μάχεσθαι·
s-157
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273637
γλαυκιόων δ̓ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐ δέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐ δὲ μάχεσθαι·
τοῖος ἄῤ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, ἐσσυμένως·
s-158
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273638
τοῖος ἄῤ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, ἐσσυμένως·
ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
s-159
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273639
ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
ἀμφότεροι δ̓ ἰάχοντες ἐπ̓ ἀλλήλοισιν ὄρουσαν.
s-160
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273640
ἀμφότεροι δ̓ ἰάχοντες ἐπ̓ ἀλλήλοισιν ὄρουσαν.
ὃ δ̓ ἐμμαπέως ὑπέδεκτο.
s-161
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273644
ὃ δ̓ ἐμμαπέως ὑπέδεκτο.
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ̓ ἔχουσα·
s-162
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273645
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ̓ ἔχουσα·
δεινὰ δ̓ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
s-163
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273646
δεινὰ δ̓ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
s-164
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273647
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
s-165
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273648
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ὣς ἔφατ̓·
s-166
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273650
ὣς ἔφατ̓·
ἀλλ̓ οὐ πεῖθ̓ Ἄρεος μεγαλήτορα θυμόν, ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ̓ ἔγχεα πάλλων καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ κακτάμεναι μεμαώς·
s-167
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273651
ἀλλ̓ οὐ πεῖθ̓ Ἄρεος μεγαλήτορα θυμόν, ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ̓ ἔγχεα πάλλων καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ κακτάμεναι μεμαώς·
καί ῥ̓ ἔμβαλε χάλκεον ἔγχος, σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος, ἐν σάκεϊ μεγάλῳ.
s-168
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273652
καί ῥ̓ ἔμβαλε χάλκεον ἔγχος, σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος, ἐν σάκεϊ μεγάλῳ.
ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη ἔγχεος ὁρμὴν ἔτραπ̓ ὀρεξαμένη ἀπὸ δίφρου.
s-169
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273653
ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη ἔγχεος ὁρμὴν ἔτραπ̓ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ̓ Ἄρην ἄχος εἷλε·
s-170
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273654
δριμὺ δ̓ Ἄρην ἄχος εἷλε·
ἐρυσσάμενος δ̓ ἄορ ὀξὺ ἔσσυτ̓ ἐφ̓ Ἡρακλέα κρατερόφρονα·
s-171
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273655
ἐρυσσάμενος δ̓ ἄορ ὀξὺ ἔσσυτ̓ ἐφ̓ Ἡρακλέα κρατερόφρονα·
τὸν δ̓ ἐπιόντα Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς, μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο οὔτασ̓ ἐπικρατέως·
s-172
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273656
τὸν δ̓ ἐπιόντα Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς, μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο οὔτασ̓ ἐπικρατέως·
διὰ δὲ μέγα σαρκὸς ἄραξε δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
s-173
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273657
διὰ δὲ μέγα σαρκὸς ἄραξε δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους ἤλασαν αἶψ̓ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης ἐς δίφρον θῆκαν πολυδαίδαλον·
s-174
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273658
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους ἤλασαν αἶψ̓ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης ἐς δίφρον θῆκαν πολυδαίδαλον·
αἶψα δ̓ ἔπειτα ἵππους μαστιέτην·
s-175
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273659
αἶψα δ̓ ἔπειτα ἵππους μαστιέτην·
ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
s-176
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273660
ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δ̓ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος Κύκνον σκυλεύσαντες ἀπ̓ ὤμων τεύχεα καλὰ νίσσοντ̓·
s-177
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273661
υἱὸς δ̓ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος Κύκνον σκυλεύσαντες ἀπ̓ ὤμων τεύχεα καλὰ νίσσοντ̓·
αἶψα δ̓ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο ἵπποις ὠκυπόδεσσιν.
s-178
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273662
αἶψα δ̓ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο ἵπποις ὠκυπόδεσσιν.
ἀτὰρ γλαυκῶπις Ἀθήνη ἐξίκετ̓ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
s-179
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273663
ἀτὰρ γλαυκῶπις Ἀθήνη ἐξίκετ̓ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
πολλὸς δ̓ ἠγείρετο λαός, τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
s-180
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273665
πολλὸς δ̓ ἠγείρετο λαός, τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ̓ ἀιδὲς ποίησεν Ἄναυρος ὄμβρῳ χειμερίῳ πλήθων·
s-181
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273666
τοῦ δὲ τάφον καὶ σῆμ̓ ἀιδὲς ποίησεν Ἄναυρος ὄμβρῳ χειμερίῳ πλήθων·
τὼς γάρ μιν Ἀπόλλων Λητοΐδης ἤνωξ̓, ὅτι ῥα κλειτὰς ἑκατόμβας ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.
s-182
tlg0020.tlg003.perseus-grc1.tb.xml@2273667
τὼς γάρ μιν Ἀπόλλων Λητοΐδης ἤνωξ̓, ὅτι ῥα κλειτὰς ἑκατόμβας ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.
Edit as list • Text view • Dependency trees