Sentence view
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
showing 1 - 100 of 273 • next
μουσάων Ἑλικωνιάδων ἀρχώμεθ̓ ἀείδειν, αἵθ̓ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσ̓ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
s-1
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273668
μουσάων Ἑλικωνιάδων ἀρχώμεθ̓ ἀείδειν, αἵθ̓ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσ̓ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας·
s-2
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273669
καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας·
ἐπερρώσαντο δὲ ποσσίν.
s-3
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273670
ἐπερρώσαντο δὲ ποσσίν.
αἵ νύ ποθ̓ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ̓ Ἑλικῶνος ὕπο ζαθέοιο.
s-4
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273672
αἵ νύ ποθ̓ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ̓ Ἑλικῶνος ὕπο ζαθέοιο.
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
s-5
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273673
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
s-6
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273675
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον δρέψασαι, θηητόν·
s-7
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273676
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον δρέψασαι, θηητόν·
τῶν δ̓ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα·
s-8
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273681
τῶν δ̓ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα·
γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ·
s-9
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273682
γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ·
ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τ̓ ἀθανάτων.
s-10
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273683
ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τ̓ ἀθανάτων.
αἳ δ̓ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ̓ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
s-11
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273684
αἳ δ̓ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ̓ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
δεύτερον αὖτε Ζῆνα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θ̓ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
s-12
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273685
δεύτερον αὖτε Ζῆνα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θ̓ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
αὖτις δ̓ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
s-13
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273686
αὖτις δ̓ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
s-14
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273687
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπ̓ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
s-15
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273688
ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπ̓ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
πὰρ δ̓ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί̓ ἔχουσιν ἐν θαλίῃς·
s-16
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273691
πὰρ δ̓ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί̓ ἔχουσιν ἐν θαλίῃς·
αἳ τότ̓ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ·
s-17
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273693
αἳ τότ̓ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ·
περὶ δ̓ ἴαχε γαῖα μέλαινα ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει νισσομένων πατέῤ εἰς ὅν·
s-18
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273694
περὶ δ̓ ἴαχε γαῖα μέλαινα ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει νισσομένων πατέῤ εἰς ὅν·
ταῦτ̓ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ̓ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τ̓ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε Τερψιχόρη τ̓ Ἐρατώ τε Πολύμνιά τ̓ Οὐρανίη τε Καλλιόπη θ̓·
s-19
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273697
ταῦτ̓ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ̓ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τ̓ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε Τερψιχόρη τ̓ Ἐρατώ τε Πολύμνιά τ̓ Οὐρανίη τε Καλλιόπη θ̓·
ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
s-20
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273698
ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δ̓ ἔπἐ ἐκ στόματος ῥεῖ μείλιχα·
s-21
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273700
ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δ̓ ἔπἐ ἐκ στόματος ῥεῖ μείλιχα·
οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν·
s-22
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273701
οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν·
ὃ δ̓ ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
s-23
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273702
ὃ δ̓ ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
s-24
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273708
γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
ταχέως δὲ παρέτραπε δῶρα θεάων.
s-25
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273710
ταχέως δὲ παρέτραπε δῶρα θεάων.
χαίρετε, τέκνα Διός, δότε δ̓ ἱμερόεσσαν ἀοιδήν.
s-26
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273711
χαίρετε, τέκνα Διός, δότε δ̓ ἱμερόεσσαν ἀοιδήν.
ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ̓ ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθ̓, ὅ τι πρῶτον γένετ̓ αὐτῶν.
s-27
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273714
ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ̓ ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθ̓, ὅ τι πρῶτον γένετ̓ αὐτῶν.
ἐκ Χάεος δ̓ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
s-28
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273716
ἐκ Χάεος δ̓ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
Νυκτὸς δ̓ αὖτ̓ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
s-29
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273717
Νυκτὸς δ̓ αὖτ̓ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ̓, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφῤ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
s-30
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273718
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ̓, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφῤ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
γείνατο δ̓ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, Νυμφέων, αἳ ναίουσιν ἀν̓ οὔρεα βησσήεντα.
s-31
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273719
γείνατο δ̓ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, Νυμφέων, αἳ ναίουσιν ἀν̓ οὔρεα βησσήεντα.
ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου·
s-32
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273720
ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου·
αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ̓ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θ̓ Ὑπερίονά τ̓ Ἰαπετόν τε Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τ̓ ἐρατεινήν.
s-33
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273721
αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ̓ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θ̓ Ὑπερίονά τ̓ Ἰαπετόν τε Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τ̓ ἐρατεινήν.
τοὺς δὲ μέθ̓ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων·
s-34
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273722
τοὺς δὲ μέθ̓ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων·
θαλερὸν δ̓ ἤχθηρε τοκῆα.
s-35
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273723
θαλερὸν δ̓ ἤχθηρε τοκῆα.
οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δ̓ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
s-36
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273725
οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δ̓ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
Κύκλωπες δ̓ ὄνομ̓ ἦσαν ἐπώνυμον, οὕνεκ̓ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
s-37
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273726
Κύκλωπες δ̓ ὄνομ̓ ἦσαν ἐπώνυμον, οὕνεκ̓ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
ἰσχὺς δ̓ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ̓ ἔργοις.
s-38
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273727
ἰσχὺς δ̓ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ̓ ἔργοις.
ἄλλοι δ̓ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ̓, ὑπερήφανα τέκνα.
s-39
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273728
ἄλλοι δ̓ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ̓, ὑπερήφανα τέκνα.
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
s-40
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273729
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ̓ ἐπετέρπετο ἔργῳ Οὐρανός.
s-41
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273732
καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ̓ ἐπετέρπετο ἔργῳ Οὐρανός.
ἣ δ̓ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη·
s-42
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273733
ἣ δ̓ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη·
δολίην δὲ κακήν τ̓ ἐφράσσατο τέχνην.
s-43
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273734
δολίην δὲ κακήν τ̓ ἐφράσσατο τέχνην.
εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
s-44
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273736
εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ̓ ἐθέλητε πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ὑμετέρου·
s-45
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273737
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ̓ ἐθέλητε πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ὑμετέρου·
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
s-46
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273738
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
ὣς φάτο·
s-47
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273739
ὣς φάτο·
τοὺς δ̓ ἄρα πάντας ἕλεν δέος, οὐ δέ τις αὐτῶν φθέγξατο.
s-48
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273740
τοὺς δ̓ ἄρα πάντας ἕλεν δέος, οὐ δέ τις αὐτῶν φθέγξατο.
θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
s-49
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273741
θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
μῆτερ, ἐγώ κεν τοῦτό γ̓ ὑποσχόμενος τελέσαιμι ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ἡμετέρου·
s-50
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273742
μῆτερ, ἐγώ κεν τοῦτό γ̓ ὑποσχόμενος τελέσαιμι ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ἡμετέρου·
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
s-51
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273743
πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
ὣς φάτο·
s-52
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273744
ὣς φάτο·
γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
s-53
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273745
γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
εἷσε δέ μιν κρύψασα λόχῳ·
s-54
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273746
εἷσε δέ μιν κρύψασα λόχῳ·
ἐνέθηκε δὲ χερσὶν ἅρπην καρχαρόδοντα·
s-55
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273747
ἐνέθηκε δὲ χερσὶν ἅρπην καρχαρόδοντα·
δόλον δ̓ ὑπεθήκατο πάντα.
s-56
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273748
δόλον δ̓ ὑπεθήκατο πάντα.
ὃ δ̓ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δ̓ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ̓ ἔρριψε φέρεσθαι ἐξοπίσω·
s-57
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273750
ὃ δ̓ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δ̓ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ̓ ἔρριψε φέρεσθαι ἐξοπίσω·
τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
s-58
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273751
τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα·
s-59
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273752
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα·
περιπλομένων δ̓ ἐνιαυτῶν γείνατ̓ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ̓ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ̓ ἃς Μελίας καλέουσ̓ ἐπ̓ ἀπείρονα γαῖαν.
s-60
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273753
περιπλομένων δ̓ ἐνιαυτῶν γείνατ̓ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ̓ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ̓ ἃς Μελίας καλέουσ̓ ἐπ̓ ἀπείρονα γαῖαν.
μήδεα δ̓ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλ̓ ἀπ̓ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετ̓ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπ̓ ἀθανάτου χροὸς ὤρνυτο·
s-61
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273754
μήδεα δ̓ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλ̓ ἀπ̓ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετ̓ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπ̓ ἀθανάτου χροὸς ὤρνυτο·
τῷ δ̓ ἔνι κούρη ἐθρέφθη·
s-62
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273755
τῷ δ̓ ἔνι κούρη ἐθρέφθη·
πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητ̓, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
s-63
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273756
πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητ̓, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
ἐκ δ̓ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο·
s-64
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273757
ἐκ δ̓ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο·
τῇ δ̓ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τ̓ ἐς φῦλον ἰούσῃ.
s-65
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273762
τῇ δ̓ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τ̓ ἐς φῦλον ἰούσῃ.
ταύτην δ̓ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τ̓ ὀάρους μειδήματά τ̓ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
s-66
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273763
ταύτην δ̓ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τ̓ ὀάρους μειδήματά τ̓ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
νὺξ δ̓ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν καὶ Θάνατον, τέκε δ̓ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
s-67
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273766
νὺξ δ̓ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν καὶ Θάνατον, τέκε δ̓ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θ̓, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
s-68
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273767
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θ̓, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, αἵτ̓ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
s-69
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273768
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, αἵτ̓ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
οὐ δέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γ̓ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
s-70
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273769
οὐ δέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γ̓ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή·
s-71
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273770
τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή·
μετὰ τὴν δ̓ Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τ̓ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
s-72
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273771
μετὰ τὴν δ̓ Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τ̓ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
Νηρέα δ̓ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων·
s-73
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273773
Νηρέα δ̓ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων·
Νηρῆος δ̓ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ̓ Εὐκράντη τε Σαώ τ̓ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θ̓ Ἀλίη τ̓ ἐρόεσσα Πασιθέη τ̓ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τ̓ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θ̓, ἣ κύματ̓ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τ̓ Ἠιόνη τε ἐυστέφανός θ̓ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τ̓ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τ̓ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θ̓, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
s-74
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273776

αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
s-75
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273777
αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
μεταχρόνιαι γὰρ ἴαλλον.
s-76
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273780
μεταχρόνιαι γὰρ ἴαλλον.
τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
s-77
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273783
τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
τῆς δ̓ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
s-78
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273784
τῆς δ̓ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ἵκετ̓ ἐς ἀθανάτους·
s-79
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273786
χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ἵκετ̓ ἐς ἀθανάτους·
Ζηνὸς δ̓ ἐν δώμασι ναίει βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
s-80
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273787
Ζηνὸς δ̓ ἐν δώμασι ναίει βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
τὸν μὲν ἄῤ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παῤ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθ̓ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
s-81
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273789
τὸν μὲν ἄῤ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παῤ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθ̓ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
ἣ δ̓ ἔτεκ̓ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς θνητοῖς ἀνθρώποις οὐ δ̓ ἀθανάτοισι θεοῖσιν, σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον̓ Ἔχιδναν, ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ἥμισυ δ̓ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
s-82
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273790
ἣ δ̓ ἔτεκ̓ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς θνητοῖς ἀνθρώποις οὐ δ̓ ἀθανάτοισι θεοῖσιν, σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον̓ Ἔχιδναν, ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ἥμισυ δ̓ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
ἔνθ̓ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
s-83
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273792
ἔνθ̓ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
ἣ δ̓ ἔρυτ̓ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
s-84
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273793
ἣ δ̓ ἔρυτ̓ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
ἣ δ̓ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
s-85
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273795
ἣ δ̓ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
s-86
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273800
ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
ἔνθ̓ ἄῤ ὃ οἰκείων ἐλεφαίρετο φῦλ̓ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ̓ Ἀπέσαντος·
s-87
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273805
ἔνθ̓ ἄῤ ὃ οἰκείων ἐλεφαίρετο φῦλ̓ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ̓ Ἀπέσαντος·
ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
s-88
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273806
ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
s-89
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273808
τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
Τηθὺς δ̓ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τ̓ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τ̓ Ἀχελώιόν τ̓ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θ̓ Ἁλιάκμονά θ̓ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
s-90
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273809
Τηθὺς δ̓ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τ̓ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τ̓ Ἀχελώιόν τ̓ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θ̓ Ἁλιάκμονά θ̓ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τ̓ Ἀδμήτη τε Ἰάνθη τ̓ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τ̓ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τ̓ Ἰάνειρά τ̓ Ἀκάστη τε Ξάνθη τε Πετραίη τ̓ ἐρόεσσα Μενεσθώ τ̓ Εὐρώπη τε Μῆτίς τ̓ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τ̓ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
s-91
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273810

αὗται δ̓ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο πρεσβύταται κοῦραι·
s-92
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273811
αὗται δ̓ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο πρεσβύταται κοῦραι·
θεία δ̓ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ̓, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθ̓ ὑποδμηθεῖσ̓ Ὑπερίονος ἐν φιλότητι.
s-93
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273816
θεία δ̓ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ̓, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθ̓ ὑποδμηθεῖσ̓ Ὑπερίονος ἐν φιλότητι.
Κρίῳ δ̓ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων Πέρσην θ̓, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
s-94
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273817
Κρίῳ δ̓ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων Πέρσην θ̓, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
Ἀστραίῳ δ̓ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ἀργέστην Ζέφυρον Βορέην τ̓ αἰψηροκέλευθον καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
s-95
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273818
Ἀστραίῳ δ̓ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ἀργέστην Ζέφυρον Βορέην τ̓ αἰψηροκέλευθον καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
ἦλθε δ̓ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
s-96
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273823
ἦλθε δ̓ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
s-97
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273824
τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
ὣς δ̓ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσσ̓·
s-98
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273826
ὣς δ̓ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσσ̓·
φοίβη δ̓ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
s-99
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273828
φοίβη δ̓ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι Δητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
s-100
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273829
κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι Δητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
Edit as list • Text view • Dependency trees