Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 101 - 200 of 273 • previousnext


[1] tree
γείνατο δ̓ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετ̓ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
s-101
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273830
γείνατο δ̓ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετ̓ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
[2] tree
δ̓ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε·
s-102
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273831
ἢ δ̓ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε·
[3] tree
πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
s-103
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273832
πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
[4] tree
καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην.
s-104
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273834
καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην.
[5] tree
πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ̓, πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
s-105
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273835
πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ̓, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
[6] tree
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
s-106
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273836
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
[7] tree
ἠδ̓ ὁπότ̓ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ̓ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
s-107
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273841
ἠδ̓ ὁπότ̓ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ̓ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
[8] tree
νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
s-108
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273843
νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
[9] tree
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ̓ ἀθανάτοισι τετίμηται γεράεσσιν.
s-109
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273848
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ̓ ἀθανάτοισι τετίμηται γεράεσσιν.
[10] tree
θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ̓ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
s-110
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273849
θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ̓ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
[11] tree
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ̓ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
s-111
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273851
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ̓ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
[12] tree
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ̓ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
s-112
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273852
καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ̓ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
[13] tree
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
s-113
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273853
πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
[14] tree
τῷ γ̓ ἄῤ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε·
s-114
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273854
τῷ ὅ γ̓ ἄῤ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε·
[15] tree
Ῥέην δ̓ ἔχε πένθος ἄλαστον.
s-115
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273855
Ῥέην δ̓ ἔχε πένθος ἄλαστον.
[16] tree
ἀλλ̓ ὅτε δὴ Δί̓ ἔμελλε θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότ̓ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δ̓ ἐρινῦς πατρὸς ἑοῖο παίδων θ̓, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
s-116
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273856
ἀλλ̓ ὅτε δὴ Δί̓ ἔμελλε θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότ̓ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δ̓ ἐρινῦς πατρὸς ἑοῖο παίδων θ̓, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
[17] tree
πέμψαν δ̓ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότ̓ ἄῤ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν·
s-117
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273858
πέμψαν δ̓ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότ̓ ἄῤ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν·
[18] tree
τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
s-118
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273859
τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
[19] tree
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον·
s-119
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273860
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον·
[20] tree
κρύψεν δέ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
s-120
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273861
κρύψεν δέ ἑ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
[21] tree
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγ̓ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
s-121
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273862
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγ̓ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
[22] tree
τὸν τόθ̓ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν σχέτλιος·
s-122
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273863
τὸν τόθ̓ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν σχέτλιος·
[23] tree
καρπαλίμως δ̓ ἄῤ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ηὔξετο τοῖο ἄνακτος·
s-123
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273865
καρπαλίμως δ̓ ἄῤ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ηὔξετο τοῖο ἄνακτος·
[24] tree
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμ̓ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
s-124
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273868
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμ̓ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
[25] tree
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδ̓ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν·
s-125
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273870
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδ̓ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν·
[26] tree
τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
s-126
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273871
τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
[27] tree
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
s-127
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273872
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
[28] tree
τίκτε δ̓ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ̓ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ̓ ἀνδράσιν ἀλφηστῇσιν·
s-128
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273875
τίκτε δ̓ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ̓ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ̓ ἀνδράσιν ἀλφηστῇσιν·
[29] tree
πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον.
s-129
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273876
πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον.
[30] tree
ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκ̓ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
s-130
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273877
ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκ̓ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
[31] tree
Ἄτλας δ̓ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ̓ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
s-131
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273878
Ἄτλας δ̓ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ̓ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
[32] tree
καί οἱ ἐπ̓ αἰετὸν ὦρσε τανύπτερον·
s-132
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273881
καί οἱ ἐπ̓ αἰετὸν ὦρσε τανύπτερον·
[33] tree
αὐτὰρ γ̓ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ̓ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
s-133
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273882
αὐτὰρ ὅ γ̓ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ̓ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
[34] tree
ταῦτ̓ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
s-134
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273884
ταῦτ̓ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
[35] tree
καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ̓ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
s-135
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273885
καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ̓ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
[36] tree
καὶ γὰρ ὅτ̓ ἐκρίνοντο θεοὶ θνητοί τ̓ ἄνθρωποι Μηκώνῃ, τότ̓ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
s-136
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273886
καὶ γὰρ ὅτ̓ ἐκρίνοντο θεοὶ θνητοί τ̓ ἄνθρωποι Μηκώνῃ, τότ̓ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
[37] tree
τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ̓ αὖτ̓ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
s-137
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273887
τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ̓ αὖτ̓ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
[38] tree
δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
s-138
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273888
δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
[39] tree
Ἰαπετιονίδη, πάντων ἀριδείκετ̓ ἀνάκτων, πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
s-139
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273889
Ἰαπετιονίδη, πάντων ἀριδείκετ̓ ἀνάκτων, ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
[40] tree
ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
s-140
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273890
ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
[41] tree
τὸν δ̓ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ̓ ἐπιμειδήσας, δολίης δ̓ οὐ λήθετο τέχνης·
s-141
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273891
τὸν δ̓ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ̓ ἐπιμειδήσας, δολίης δ̓ οὐ λήθετο τέχνης·
[42] tree
Φῆ ῥα δολοφρονέων·
s-142
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273893
Φῆ ῥα δολοφρονέων·
[43] tree
Ζεὺς δ̓ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥ̓ οὐ δ̓ ἠγνοίησε δόλον·
s-143
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273894
Ζεὺς δ̓ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥ̓ οὐ δ̓ ἠγνοίησε δόλον·
[44] tree
κακὰ δ̓ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
s-144
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273895
κακὰ δ̓ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
[45] tree
χερσὶ δ̓ γ̓ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
s-145
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273896
χερσὶ δ̓ ὅ γ̓ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
[46] tree
χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
s-146
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273897
χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
[47] tree
ἐκ τοῦ δ̓ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ̓ ἀνθρώπων καίουσ̓ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
s-147
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273898
ἐκ τοῦ δ̓ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ̓ ἀνθρώπων καίουσ̓ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
[48] tree
τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
s-148
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273899
τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
[49] tree
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
s-149
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273900
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
[50] tree
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
s-150
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273901
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
[51] tree
ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
s-151
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273902
ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
[52] tree
δάκεν δέ νειόθι θυμόν, Ζῆν̓ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ̓ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
s-152
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273905
δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν̓ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ̓ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
[53] tree
αὐτίκα δ̓ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
s-153
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273906
αὐτίκα δ̓ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
[54] tree
γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
s-154
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273907
γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
[55] tree
κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
s-155
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273909
κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
[56] tree
θαῦμα δ̓ ἔχ̓ ἀθανάτους τε θεοὺς θνητούς τ̓ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
s-156
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273915
θαῦμα δ̓ ἔχ̓ ἀθανάτους τε θεοὺς θνητούς τ̓ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
[57] tree
ἕτερον δὲ πόρεν κακὸν ἀντ̓ ἀγαθοῖο·
s-157
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273918
ἕτερον δὲ πόρεν κακὸν ἀντ̓ ἀγαθοῖο·
[58] tree
ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ̓ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο·
s-158
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273919
ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ̓ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο·
[59] tree
γ̓ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί·
s-159
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273920
ὅ γ̓ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί·
[60] tree
δ̓ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ̓ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ̓ ἀπ̓ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές·
s-160
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273921
ᾧ δ̓ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ̓ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ̓ ἀπ̓ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές·
[61] tree
κατένασσε δ̓ ὑπὸ χθονὸς εὐρυοδείης.
s-161
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273926
κατένασσε δ̓ ὑπὸ χθονὸς εὐρυοδείης.
[62] tree
ἔνθ̓ οἵ γ̓ ἄλγἐ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατ̓ ἐπ̓ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλ̓ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
s-162
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273927
ἔνθ̓ οἵ γ̓ ἄλγἐ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατ̓ ἐπ̓ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλ̓ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
[63] tree
ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
s-163
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273928
ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
[64] tree
αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
s-164
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273929
αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
[65] tree
οἵ ῥα τότ̓ ἀλλήλοισι χόλον θυμαλγέ̓ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
s-165
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273931
οἵ ῥα τότ̓ ἀλλήλοισι χόλον θυμαλγέ̓ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
[66] tree
ἀλλ̓ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τ̓ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
s-166
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273933
ἀλλ̓ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τ̓ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
[67] tree
ὡς νέκταρ τ̓ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
s-167
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273934
ὡς νέκταρ τ̓ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
[68] tree
ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθ̓ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
s-168
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273936
ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθ̓ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
[69] tree
ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
s-169
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273937
ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
[70] tree
ὣς φάτο·
s-170
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273938
ὣς φάτο·
[71] tree
τὸν δ̓ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
s-171
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273939
τὸν δ̓ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
[72] tree
Δαιμόνἰ, οὐκ ἀδάητα πιφαύσκεαι·
s-172
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273940
Δαιμόνἰ, οὐκ ἀδάητα πιφαύσκεαι·
[73] tree
σῇσι δ̓ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δ̓? ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
s-173
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273942
σῇσι δ̓ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δ̓? ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
[74] tree
τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
s-174
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273943
τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
[75] tree
ὣς φάτ̓·
s-175
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273944
ὣς φάτ̓·
[76] tree
ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες·
s-176
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273945
ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες·
[77] tree
μάχην δ̓ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
s-177
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273947
μάχην δ̓ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
[78] tree
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
s-178
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273948
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
[79] tree
οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
s-179
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273949
οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
[80] tree
Τιτῆνες δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ̓ ἅμα ἔργον ἔφαινον ἀμφότεροι·
s-180
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273950
Τιτῆνες δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ̓ ἅμα ἔργον ἔφαινον ἀμφότεροι·
[81] tree
δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ̓ ἐσμαράγησεν, ἐπέστενε δ̓ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ̓ ἀθανάτων, ἔνοσις δ̓ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ̓ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
s-181
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273951
δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ̓ ἐσμαράγησεν, ἐπέστενε δ̓ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ̓ ἀθανάτων, ἔνοσις δ̓ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ̓ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
[82] tree
ὣς ἄῤ ἐπ̓ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
s-182
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273952
ὣς ἄῤ ἐπ̓ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
[83] tree
φωνὴ δ̓ ἀμφοτέρων ἵκετ̓ οὐρανὸν ἀστερόεντα κεκλομένων·
s-183
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273953
φωνὴ δ̓ ἀμφοτέρων ἵκετ̓ οὐρανὸν ἀστερόεντα κεκλομένων·
[84] tree
οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
s-184
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273954
οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
[85] tree
ἄμυδις δ̓ ἄῤ ἀπ̓ οὐρανοῦ ἠδ̓ ἀπ̓ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν·
s-185
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273956
ἄμυδις δ̓ ἄῤ ἀπ̓ οὐρανοῦ ἠδ̓ ἀπ̓ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν·
[86] tree
οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες·
s-186
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273957
οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες·
[87] tree
ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ̓ ἀμφὶ πυρὶ μεγάλ̓ ἄσπετος ὕλη.
s-187
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273958
ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ̓ ἀμφὶ πυρὶ μεγάλ̓ ἄσπετος ὕλη.
[88] tree
ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ̓ ἀτρύγετος·
s-188
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273959
ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ̓ ἀτρύγετος·
[89] tree
τοὺς δ̓ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ̓ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ̓ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
s-189
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273960
τοὺς δ̓ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ̓ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ̓ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
[90] tree
καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος·
s-190
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273961
καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος·
[91] tree
τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δ̓ ὑψόθεν ἐξεριπόντος·
s-191
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273963
τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δ̓ ὑψόθεν ἐξεριπόντος·
[92] tree
τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
s-192
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273964
τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
[93] tree
σὺν δ̓ ἄνεμοι ἔνοσίν τε κονίην τ̓ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ̓ ἰαχήν τ̓ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων·
s-193
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273965
σὺν δ̓ ἄνεμοι ἔνοσίν τε κονίην τ̓ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ̓ ἰαχήν τ̓ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων·
[94] tree
ὄτοβος δ̓ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δ̓ ἀνεφαίνετο ἔργων.
s-194
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273966
ὄτοβος δ̓ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δ̓ ἀνεφαίνετο ἔργων.
[95] tree
ἐκλίνθη δὲ μάχη·
s-195
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273967
ἐκλίνθη δὲ μάχη·
[96] tree
πρὶν δ̓ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
s-196
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273968
πρὶν δ̓ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
[97] tree
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται·
s-197
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273973
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται·
[98] tree
ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν·
s-198
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273974
ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν·
[99] tree
αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
s-199
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273975
αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
[100] tree
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
s-200
tlg0020.tlg001.perseus-grc1.tb.xml@2273976
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.

Edit as listText viewDependency trees