Sentence view

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttest
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel


showing 1 - 100 of 763 • next


[1] tree
εἰ δ̓ ἄγε νῦν, Ἐρατώ, πάρ θ̓ ἵστασο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.
s-1
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@3
εἰ δ̓ ἄγε νῦν, Ἐρατώ, πάρ θ̓ ἵστασο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.
[2] tree
καὶ γὰρ τὰς γαμετὰς καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων·
s-2
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@4
καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων·
[3] tree
καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον.
s-3
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@5
καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον.
[4] tree
διὸ καὶ Λύσανδρον ἐζημίωσαν ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι.
s-4
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@6
διὸ καὶ Λύσανδρον ἐζημίωσαν ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι.
[5] tree
Κλέαρχος δ̓ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις.
s-5
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@7
Κλέαρχος δ̓ ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις.
[6] tree
ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων.
s-6
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@8
ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων.
[7] tree
διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.
s-7
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@9
διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.
[8] tree
εἰσὶ δὲ Καλλισθένης, Δημήτριος Φαληρεύς, Σάτυρος περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο τῷ περὶ Εὐγενείας·
s-8
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@11
εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο τῷ περὶ Εὐγενείας·
[9] tree
παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου.
s-9
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@13
παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου.
[10] tree
ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος Ῥόδιος.
s-10
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@14
ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος.
[11] tree
προσκυνοῦσι γοῦν αὐτήν.
s-11
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@16
προσκυνοῦσι γοῦν αὐτήν.
[12] tree
καὶ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ Ἑκάβη οὐ δυσχεραίνει.
s-12
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@17
καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει.
[13] tree
λέγει γοῦν Πρίαμος·
s-13
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@18
λέγει γοῦν ὁ Πρίαμος·
[14] tree
παρὰ δὲ τοῖς Ἕλλησιν οὐκ ἀνέχεται τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα.
s-14
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@20
παρὰ δὲ τοῖς Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα.
[15] tree
Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδὲ αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένη.
s-15
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@21
Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδὲ αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένη.
[16] tree
καὶ Κλυταιμήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ Ἀγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν Ἑλλάδα κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων.
s-16
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@22
καὶ ἡ Κλυταιμήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ Ἀγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων.
[17] tree
θαυμάσαι δ̓ ἂν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας.
s-17
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@23
θαυμάσαι δ̓ ἂν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας.
[18] tree
κοιμῶνται γοῦν παῤ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ.
s-18
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@24
κοιμῶνται γοῦν παῤ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ.
[19] tree
οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις διὰ μέθης δἰ ἀφροδισίων καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ.
s-19
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@25
οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δἰ ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ.
[20] tree
ἔοικεν οὖν Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν·
s-20
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@26
ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν·
[21] tree
διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν.
s-21
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@27
διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν.
[22] tree
ἀλλ̓ οὐκ εἰκός, φησὶν Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ̓ εἰς γέρας·
s-22
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@30
ἀλλ̓ οὐκ εἰκός, φησὶν ὁ Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ̓ εἰς γέρας·
[23] tree
ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.
s-23
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@31
ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.
[24] tree
ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο.
s-24
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@33
ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο.
[25] tree
ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ.
s-25
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@34
ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ.
[26] tree
πολυγύναιος δ̓ ἐγένετο καὶ Αἰγεύς·
s-26
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@35
πολυγύναιος δ̓ ἐγένετο καὶ Αἰγεύς·
[27] tree
παραδοὺς δ̓ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων.
s-27
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@37
παραδοὺς δ̓ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων.
[28] tree
Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν.
s-28
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@39
Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν.
[29] tree
Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ̓ ἐξ ἁρπαγῆς, ἄλλας δ̓ ἐκ νομίμων γάμων·
s-29
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@40
Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ̓ ἐξ ἁρπαγῆς, ἄλλας δ̓ ἐκ νομίμων γάμων·
[30] tree
Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν.
s-30
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@43
Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν.
[31] tree
πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ.
s-31
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@44
πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ.
[32] tree
μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.
s-32
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@45
μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.
[33] tree
δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει.
s-33
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@47
ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει.
[34] tree
ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν·
s-34
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@48
ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν·
[35] tree
ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα.
s-35
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@49
ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέρδα καὶ Μαχάτα.
[36] tree
προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν.
s-36
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@51
προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν.
[37] tree
καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά.
s-37
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@52
καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά.
[38] tree
γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι.
s-38
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@53
γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ Ὀλυμπιάδι.
[39] tree
ἐπὶ πάσαις δ̓ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν·
s-39
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@54
ἐπὶ πάσαις δ̓ ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν Ἱπποστράτου μὲν ἀδελφήν, Ἀττάλου δὲ ἀδελφιδῆν·
[40] tree
καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν.
s-40
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@55
καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν.
[41] tree
εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις μὲν Ἄτταλος νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.
s-41
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@56
εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.
[42] tree
καὶ Κλεοπάτρα δ̓ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.
s-42
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@59
καὶ ἡ Κλεοπάτρα δ̓ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπην.
[43] tree
φιλογύνης δ̓ ἦν καὶ Εὐριπίδης ποιητής.
s-43
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@60
φιλογύνης δ̓ ἦν καὶ Εὐριπίδης ὁ ποιητής.
[44] tree
Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως·
s-44
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@61
Ἱερώνυμος γοῦν ἐν Ἱστορικοῖς Ὑπομνήμασίν φησιν οὕτως·
[45] tree
εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη Σοφοκλῆς·
s-45
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@62
εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς·
[46] tree
αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν·
s-46
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@64
αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν·
[47] tree
κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ̓ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
s-47
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@66
κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ̓ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
[48] tree
Ἀναξίλας δ̓ ἐν Νεοττίδι φησίν ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗτος οὐ γένος δύναιτ̓ ἂν παρανομώτερον φράσαι.
s-48
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@67
Ἀναξίλας δ̓ ἐν Νεοττίδι φησίν ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗτος οὐ γένος δύναιτ̓ ἂν παρανομώτερον φράσαι.
[49] tree
οὐκ ἔνεσθ̓·
s-49
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@69
οὐκ ἔνεσθ̓·
[50] tree
αὗται δ̓ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
s-50
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@70
αὗται δ̓ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
[51] tree
εἷς μόνος δ̓ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
s-51
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@72
εἷς μόνος δ̓ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
[52] tree
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ̓ ἐκ τῆς οἰκίας.
s-52
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@73
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ̓ ἐκ τῆς οἰκίας.
[53] tree
οἱ Σινώπῃ δ̓ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
s-53
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@74
οἱ Σινώπῃ δ̓ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
[54] tree
δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
s-54
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@76
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
[55] tree
οὐ δύ̓ ἀποπνίξασ̓ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν, ἀλλ̓ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ·
s-55
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@77
οὐ δύ̓ ἀποπνίξασ̓ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν, ἀλλ̓ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ·
[56] tree
δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ̓ αὐτῷ σκάφει.
s-56
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@78
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ̓ αὐτῷ σκάφει.
[57] tree
Θεανὼ δ̓ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
s-57
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@79
ἡ Θεανὼ δ̓ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
[58] tree
οἱ δ̓ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι καὶ φέρονθ̓ ὑψοῦ πρὸς αἴθραν.
s-58
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@84
οἱ δ̓ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι καὶ φέρονθ̓ ὑψοῦ πρὸς αἴθραν.
[59] tree
συντεμόντι δ̓ οὐδὲ ἓν ἔσθ̓ ἑταίρας ὅσα περ ἔστιν θηρί̓ ἐξωλέστερον.
s-59
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@85
συντεμόντι δ̓ οὐδὲ ἓν ἔσθ̓ ἑταίρας ὅσα περ ἔστιν θηρί̓ ἐξωλέστερον.
[60] tree
τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν·
s-60
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@86
τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν·
[61] tree
δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ̓ ἐλευθέρων.
s-61
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@87
ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ̓ ἐλευθέρων.
[62] tree
ἔπειτ̓ ἔχειν προῖκ̓, οὐχὶ τιμὴν πάσχομεν;
s-62
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@88
ἔπειτ̓ ἔχειν προῖκ̓, οὐχὶ τιμὴν πάσχομεν;
[63] tree
τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι.
s-63
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@90
ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι.
[64] tree
οἱ μέν γε συγγνώμην ἔχουσ̓ ἀδικούμενοι, αὗται δ̓ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ̓ ἔτι·
s-64
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@91
οἱ μέν γε συγγνώμην ἔχουσ̓ ἀδικούμενοι, αὗται δ̓ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ̓ ἔτι·
[65] tree
Ξέναρχος δ̓ ἐν Ὕπνῳ φησὶν·
s-65
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@93
Ξέναρχος δ̓ ἐν Ὕπνῳ φησὶν·
[66] tree
ὡς τακερόν, Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ̓ ἔχει.
s-66
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@96
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ̓ ἔχει.
[67] tree
εἶτ̓ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα;
s-67
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@99
εἶτ̓ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα;
[68] tree
μὲν νόμῳ γὰρ καταφρονοῦσ̓ ἔνδον μένει, δ̓ οἶδεν ὅτι τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν πρὸς ἄλλον ἀπιτέον.
s-68
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@101
ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ̓ ἔνδον μένει, ἡ δ̓ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
[69] tree
κακὸς κακῶς ἀπόλοιθ̓ ὅστις γυναῖκα δεύτερος ἔγημε·
s-69
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@103
κακὸς κακῶς ἀπόλοιθ̓ ὅστις γυναῖκα δεύτερος ἔγημε·
[70] tree
τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς.
s-70
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@104
τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς.
[71] tree
καὶ προελθών φησιν·
s-71
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@106
καὶ προελθών φησιν·
[72] tree
Ζεῦ πολυτίμητ̓, εἶτ̓ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας;
s-72
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@107
ὦ Ζεῦ πολυτίμητ̓, εἶτ̓ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας;
[73] tree
Ἄλκηστιν ἀντέθηκα χρηστήν.
s-73
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@111
Ἄλκηστιν ἀντέθηκα χρηστήν.
[74] tree
ἀλλ̓ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις·
s-74
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@112
ἀλλ̓ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις·
[75] tree
οἴμοι δείλαιος, ταχέως γέ μ̓ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ̓ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
s-75
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@114
οἴμοι δείλαιος, ταχέως γέ μ̓ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ̓ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
[76] tree
κακὸς κακῶς ἀπόλοιθ̓ γήμας δεύτερος θνητῶν.
s-76
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@116
κακὸς κακῶς ἀπόλοιθ̓ ὁ γήμας δεύτερος θνητῶν.
[77] tree
μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει·
s-77
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@117
ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει·
[78] tree
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ̓·
s-78
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@118
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ̓·
[79] tree
δ̓ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
s-79
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@119
ὁ δ̓ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
[80] tree
γεγάμηκε δήπου.
s-80
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@121
γεγάμηκε δήπου.
[81] tree
τί σὺ λέγεις;
s-81
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@123
τί σὺ λέγεις;
[82] tree
ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον;
s-82
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@124
ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον;
[83] tree
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον.
s-83
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@126
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον.
[84] tree
γεγάμηκα γὰρ αὐτός·
s-84
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@127
γεγάμηκα γὰρ αὐτός·
[85] tree
διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
s-85
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@128
διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
[86] tree
ἀνερρίφθω κύβος.
s-86
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@131
ἀνερρίφθω κύβος.
[87] tree
πέραινε, σωθείης δέ·
s-87
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@133
πέραινε, σωθείης δέ·
[88] tree
γήμας δ̓ οὐδὲ εἷς σέσωσθ̓ ὅλως.
s-88
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@135
γήμας δ̓ οὐδὲ εἷς σέσωσθ̓ ὅλως.
[89] tree
ἐξώλης ἀπόλοιθ̓ ὅστις ποτὲ πρῶτος ἦν γήμας, ἔπειθ̓ δεύτερος, εἶθ̓ τρίτος, εἶθ̓ τέταρτος, εἶθ̓ Μεταγένης.
s-89
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@137
ἐξώλης ἀπόλοιθ̓ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ̓ ὁ δεύτερος, εἶθ̓ ὁ τρίτος, εἶθ̓ ὁ τέταρτος, εἶθ̓ ὁ Μεταγένης.
[90] tree
Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
s-90
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@139
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
[91] tree
ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ̓ εἴπῃς μόνον.
s-91
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@140
ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ̓ εἴπῃς μόνον.
[92] tree
οὐκ αἰσθάνονται δ̓ οὐδ̓ οἱ παῤ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς·
s-92
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@141
οὐκ αἰσθάνονται δ̓ οὐδ̓ οἱ παῤ ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς·
[93] tree
οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
s-93
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@142
οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
[94] tree
ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
s-94
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@144
ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
[95] tree
καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη·
s-95
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@145
καὶ Θεόφιλος δὲ ἐν Νεοπτολέμῳ ἔφη·
[96] tree
οὐ σύμφορον νέα ̓στὶ πρεσβύτῃ γυνή.
s-96
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@146
οὐ σύμφορον νέα ̓στὶ πρεσβύτῃ γυνή.
[97] tree
οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο.
s-97
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@148
οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο.
[98] tree
δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν·
s-98
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@151
δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν·
[99] tree
τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα.
s-99
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@152
τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα.
[100] tree
καὶ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ.
s-100
tlg0008.tlg001.perseus-grc1.13.tb.xml@153
καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ.

Edit as listText viewDependency trees