Sentence view

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttrain

showing 201 - 300 of 15014 • previousnext

[1] tree
νῦν ὤν ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν
s-201
64647
νῦν ὤν ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν
[2] tree
πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι ἔργοισι
s-202
64648
πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι ἔργοισι
[3] tree
πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει
s-203
80796
πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει
[4] tree
ἀμείβεται Ἄδρηστος
s-204
64649
ἀμείβεται ὁ Ἄδρηστος
[5] tree
βασιλεῦ ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε
s-205
80287
ὦ βασιλεῦ ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε
[6] tree
οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι οὔτε τὸ βούλεσθαι πάρα πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν
s-206
64650
οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι οὔτε τὸ βούλεσθαι πάρα πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν
[7] tree
νῦν δέ ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοί χαρίζεσθαι ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι ποιέειν εἰμὶ ἕτοιμος ταῦτα
s-207
64651
νῦν δέ ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοί χαρίζεσθαι ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι ποιέειν εἰμὶ ἕτοιμος ταῦτα
[8] tree
παῖδα τε σόν τὸν διακελεύεαι φυλάσσειν ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν
s-208
84883
παῖδα τε σόν τὸν διακελεύεαι φυλάσσειν ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν
[9] tree
τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί
s-209
64652
τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί
[10] tree
ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον
s-210
64653
ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον
[11] tree
εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον
s-211
80338
εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον
[12] tree
ἔνθα δὴ ξεῖνος οὗτος δὴ καθαρθεὶς τὸν φόνον καλεόμενος δὲ Ἄδρηστος ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει
s-212
64654
ἔνθα δὴ ὁ ξεῖνος οὗτος δὴ ὁ καθαρθεὶς τὸν φόνον καλεόμενος δὲ Ἄδρηστος ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει
[13] tree
τυγχάνει δὲ τοῦ Κροίσου παιδός
s-213
80339
τυγχάνει δὲ τοῦ Κροίσου παιδός
[14] tree
μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην
s-214
64655
ὃ μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην
[15] tree
ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός
s-215
80344
ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός
[16] tree
ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τὴν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ
s-216
80348
ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τὴν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ
[17] tree
δὲ Κροῖσος τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος μᾶλλον τι ἐδεινολογέετο ὅτι μιν ἀπέκτεινε τὸν αὐτὸς φόνου ἐκάθηρε
s-217
64656
ὁ δὲ Κροῖσος τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος μᾶλλον τι ἐδεινολογέετο ὅτι μιν ἀπέκτεινε τὸν αὐτὸς φόνου ἐκάθηρε
[18] tree
περιημεκτέων δὲ τῇ συμφορῇ δεινῶς ἐκάλεε μὲν Δία καθάρσιον μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνου πεπονθὼς εἴη ἐκάλεε δὲ ἐπίστιόν τε καὶ ἑταιρήιον τὸν αὐτὸν τοῦτον ὀνομάζων θεόν τὸν μὲν ἐπίστιον καλέων διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον φονέα τοῦ παιδὸς ἐλάνθανε βόσκων τὸν δὲ ἑταιρήιον ὡς φύλακα συμπέμψας αὐτὸν εὑρήκοι πολεμιώτατον
s-218
64657

[19] tree
στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑωυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορήν καὶ ὡς ἐπ’ ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη οὐδέ οἱ εἴη βιώσιμον
s-219
64659

[20] tree
Κροῖσος δὲ τούτων ἀκούσας τόν τε Ἄδρηστον κατοικτείρει καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ καὶ λέγει πρὸς αὐτόν
s-220
64660
Κροῖσος δὲ τούτων ἀκούσας τόν τε Ἄδρηστον κατοικτείρει καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ καὶ λέγει πρὸς αὐτόν
[21] tree
ἔχω ξεῖνε παρὰ σεῦ πᾶσαν τὴν δίκην ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον
s-221
80357
ἔχω ὦ ξεῖνε παρὰ σεῦ πᾶσαν τὴν δίκην ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον
[22] tree
εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο ἀλλὰ θεῶν κού τις ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι
s-222
64661
εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο ἀλλὰ θεῶν κού τις ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι
[23] tree
Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἑωυτοῦ παῖδα
s-223
64662
Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἑωυτοῦ παῖδα
[24] tree
Ἄδρηστος δὲ Γορδίεω τοῦ Μίδεω οὗτος δὴ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος φονεὺς δὲ τοῦ καθήραντος ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν
s-224
64663
Ἄδρηστος δὲ ὁ Γορδίεω τοῦ Μίδεω οὗτος δὴ ὁ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος φονεὺς δὲ τοῦ καθήραντος ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν
[25] tree
Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος
s-225
64664
Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος
[26] tree
μετὰ δὲ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε
s-226
64665
μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε
[27] tree
ἐνέβησε δὲ ἐς φροντίδα εἴ κως δύναιτο πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν
s-227
80382
ἐνέβησε δὲ ἐς φροντίδα εἴ κως δύναιτο πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν
[28] tree
μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντηίων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ διαπέμψας ἄλλους ἄλλῃ τοὺς μὲν ἐς Δελφοὺς ἰέναι τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων τοὺς δὲ ἐς Δωδώνην
s-228
64666
μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντηίων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ διαπέμψας ἄλλους ἄλλῃ τοὺς μὲν ἐς Δελφοὺς ἰέναι τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων τοὺς δὲ ἐς Δωδώνην
[29] tree
οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας
s-229
64667
οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας
[30] tree
ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος
s-230
64668
ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος
[31] tree
Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους
s-231
64669
Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους
[32] tree
ἅσσα δ’ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ συγγραψαμένους ἀναφέρειν παρ’ ἑωυτόν
s-232
64672
ἅσσα δ’ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ συγγραψαμένους ἀναφέρειν παρ’ ἑωυτόν
[33] tree
τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε οὐ λέγεται πρὸς οὐδαμῶν
s-233
64673
ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε οὐ λέγεται πρὸς οὐδαμῶν
[34] tree
ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε
s-234
64674
ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε
[35] tree
οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω
s-235
64675
οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω
[36] tree
ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν
s-236
64676
ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν
[37] tree
χαλκὸς μὲν ὑπέστρωται
s-237
80791
ᾗ χαλκὸς μὲν ὑπέστρωται
[38] tree
χαλκὸν δ’ ἐπιέσται
s-238
80793
χαλκὸν δ’ ἐπιέσται
[39] tree
ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις
s-239
64677
ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις
[40] tree
δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε
s-240
64679
ὁ δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε
[41] tree
ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε
s-241
64680
ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε
[42] tree
ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ χάλκεον ἐπίθημα ἐπιθείς
s-242
64681
ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ χάλκεον ἐπίθημα ἐπιθείς
[43] tree
τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ Κροίσῳ ἐχρήσθη
s-243
64682
τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ Κροίσῳ ἐχρήσθη
[44] tree
μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο
s-244
64684
μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο
[45] tree
Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ τι ἔχοι ἕκαστος
s-245
64686
Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ ὅ τι ἔχοι ἕκαστος
[46] tree
ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ σταθμὸν διτάλαντα
s-246
64688
ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ σταθμὸν διτάλαντα
[47] tree
ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα
s-247
64689
ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα
[48] tree
οὗτος λέων ἐπείτε κατεκαίετο ἐν Δελφοῖσι νηός κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ἐπὶ γὰρ τούτοισι ἵδρυτο καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον
s-248
64690
οὗτος ὁ λέων ἐπείτε κατεκαίετο ὁ ἐν Δελφοῖσι νηός κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ἐπὶ γὰρ τούτοισι ἵδρυτο καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον
[49] tree
ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον
s-249
64691
ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον
[50] tree
ἐπιτελέσας δὲ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς καὶ τάδε ἄλλα ἅμα τοῖσι κρητῆρας δύο μεγάθεϊ μεγάλους χρύσεον καὶ ἀργύρεον τῶν μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν δὲ ἀργύρεος ἐπ’ ἀριστερά
s-250
64692
ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς καὶ τάδε ἄλλα ἅμα τοῖσι κρητῆρας δύο μεγάθεϊ μεγάλους χρύσεον καὶ ἀργύρεον τῶν ὁ μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν ὁ δὲ ἀργύρεος ἐπ’ ἀριστερά
[51] tree
μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης χωρέων ἀμφορέας ἑξακοσίους
s-251
64693
μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης χωρέων ἀμφορέας ἑξακοσίους
[52] tree
ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι
s-252
64694
ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι
[53] tree
φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι καὶ ἐγὼ δοκέω
s-253
64695
φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι καὶ ἐγὼ δοκέω
[54] tree
οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι
s-254
64696
οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι
[55] tree
καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι καὶ περιρραντήρια δύο ἀνέθηκε χρύσεόν τε καὶ ἀργύρεον τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα οὐκ ὀρθῶς λέγοντες
s-255
64697

[56] tree
ἔστι γὰρ καὶ τοῦτο Κροίσου
s-256
64698
ἔστι γὰρ καὶ τοῦτο Κροίσου
[57] tree
ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι
s-257
80817
ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι
[58] tree
ἀλλ’ μὲν παῖς δι’ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ Λακεδαιμονίων ἐστί οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον
s-258
64699
ἀλλ’ ὁ μὲν παῖς δι’ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ Λακεδαιμονίων ἐστί οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον
[59] tree
ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι Κροῖσος καὶ χεύματα ἀργύρεα κυκλοτερέα καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι
s-259
64700
ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος καὶ χεύματα ἀργύρεα κυκλοτερέα καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι
[60] tree
πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε Κροῖσος καὶ τὰς ζώνας
s-260
64701
πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε ὁ Κροῖσος καὶ τὰς ζώνας
[61] tree
ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε
s-261
64702
ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε
[62] tree
τῷ δὲ Ἀμφιάρεῳ πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον
s-262
80854
τῷ δὲ Ἀμφιάρεῳ πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον
[63] tree
τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῷ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος
s-263
64703
τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῷ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος
[64] tree
τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον
s-264
64704
τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον
[65] tree
ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες
s-265
64705
ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες
[66] tree
Κροῖσος Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον
s-266
80855
Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον
[67] tree
οἳ μὲν ταῦτα ἐπειρώτων
s-267
64706
οἳ μὲν ταῦτα ἐπειρώτων
[68] tree
τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὸ αὐτὸ αἱ γνῶμαι συνέδραμον προλέγουσαι Κροίσῳ ἢν στρατεύηται ἐπὶ Πέρσας μεγάλην ἀρχὴν μιν καταλύσειν
s-268
80857
τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὸ αὐτὸ αἱ γνῶμαι συνέδραμον προλέγουσαι Κροίσῳ ἢν στρατεύηται ἐπὶ Πέρσας μεγάλην ἀρχὴν μιν καταλύσειν
[69] tree
τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι
s-269
64707
τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι
[70] tree
ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο Κροῖσος ὑπερήσθη τε τοῖσι χρηστηρίοισι πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται πυθόμενος αὐτῶν τὸ πλῆθος κατ’ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ
s-270
64708
ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος ὑπερήσθη τε τοῖσι χρηστηρίοισι πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται πυθόμενος αὐτῶν τὸ πλῆθος κατ’ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ
[71] tree
Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον
s-271
64709
Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον
[72] tree
δωρησάμενος δὲ τοὺς Δελφοὺς Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον
s-272
64710
δωρησάμενος δὲ τοὺς Δελφοὺς ὁ Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον
[73] tree
ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην ἐνεφορέετο αὐτοῦ
s-273
64711
ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην ἐνεφορέετο αὐτοῦ
[74] tree
ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος εἴ οἱ πολυχρόνιος ἔσται μουναρχίη
s-274
64712
ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος εἴ οἱ πολυχρόνιος ἔσται ἡ μουναρχίη
[75] tree
δὲ Πυθίη οἱ χρᾷ τάδε
s-275
64713
ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε
[76] tree
ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται καὶ τότε Λυδὲ ποδαβρέ πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακός εἶναι
s-276
64714
ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται καὶ τότε Λυδὲ ποδαβρέ πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακός εἶναι
[77] tree
τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ’ ἀνδρὸς βασιλεύσειν Μήδων οὐδ’ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς
s-277
64715
τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ’ ἀνδρὸς βασιλεύσειν Μήδων οὐδ’ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς
[78] tree
μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους
s-278
64716
μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους
[79] tree
ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ
s-279
64717
ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ
[80] tree
ταῦτα γὰρ ἦν τὰ προκεκριμένα ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος
s-280
64718
ταῦτα γὰρ ἦν τὰ προκεκριμένα ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος
[81] tree
καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε
s-281
64719
καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε
[82] tree
τὸ δὲ πολυπλάνητον κάρτα
s-282
83416
τὸ δὲ πολυπλάνητον κάρτα
[83] tree
ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην καλεομένην δὲ Ἱστιαιῶτιν
s-283
64720
ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην καλεομένην δὲ Ἱστιαιῶτιν
[84] tree
ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον
s-284
64721
ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον
[85] tree
ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη
s-285
64722
ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη
[86] tree
ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί οὐκ ἔχω ἀτρεκέως εἰπεῖν
s-286
64723
ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί οὐκ ἔχω ἀτρεκέως εἰπεῖν
[87] tree
εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων οἳ ὅμουροι κοτὲ ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι οἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντων ἐν Ἑλλησπόντῳ οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες
s-287
64724

[88] tree
εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ μεταβολῇ τῇ ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε
s-288
64727
εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ μεταβολῇ τῇ ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε
[89] tree
καὶ γὰρ δὴ οὔτε οἱ Κρηστωνιῆται οὐδαμοῖσι τῶν νῦν σφέας περιοικεόντων εἰσὶ ὁμόγλωσσοι οὔτε οἱ Πλακιηνοί σφίσι δὲ ὁμόγλωσσοι
s-289
64728
καὶ γὰρ δὴ οὔτε οἱ Κρηστωνιῆται οὐδαμοῖσι τῶν νῦν σφέας περιοικεόντων εἰσὶ ὁμόγλωσσοι οὔτε οἱ Πλακιηνοί σφίσι δὲ ὁμόγλωσσοι
[90] tree
δηλοῦσί τε ὅτι τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία τοῦτον ἔχουσι ἐν φυλακῇ
s-290
64729
δηλοῦσί τε ὅτι τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία τοῦτον ἔχουσι ἐν φυλακῇ
[91] tree
τὸ δὲ Ἑλληνικὸν γλώσσῃ μὲν ἐπείτε ἐγένετο αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται ὡς ἐμοὶ καταφαίνεται εἶναι
s-291
64730
τὸ δὲ Ἑλληνικὸν γλώσσῃ μὲν ἐπείτε ἐγένετο αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται ὡς ἐμοὶ καταφαίνεται εἶναι
[92] tree
ἀποσχισθὲν μέντοι ἀπὸ τοῦ Πελασγικοῦ ἐόν ἀσθενές ἀπό σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων Πελασγῶν μάλιστα προσκεχωρηκότων αὐτῷ καὶ ἄλλων ἐθνέων βαρβάρων συχνῶν
s-292
64731
ἀποσχισθὲν μέντοι ἀπὸ τοῦ Πελασγικοῦ ἐόν ἀσθενές ἀπό σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων Πελασγῶν μάλιστα προσκεχωρηκότων αὐτῷ καὶ ἄλλων ἐθνέων βαρβάρων συχνῶν
[93] tree
πρόσθε δὲ ὦν ἔμοιγε δοκέει οὐδὲ τὸ Πελασγικὸν ἔθνος ἐὸν βάρβαρον οὐδαμὰ μεγάλως αὐξηθῆναι
s-293
64732
πρόσθε δὲ ὦν ἔμοιγε δοκέει οὐδὲ τὸ Πελασγικὸν ἔθνος ἐὸν βάρβαρον οὐδαμὰ μεγάλως αὐξηθῆναι
[94] tree
τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων
s-294
64733
τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο ὁ Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων
[95] tree
Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα
s-295
64734
Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα
[96] tree
θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον
s-296
64735
θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον
[97] tree
Χίλων δὲ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἱπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία εἰ δὲ τυγχάνει ἔχων δευτέρα τὴν γυναῖκα ἐκπέμπειν καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς τοῦτον ἀπείπασθαι
s-297
64736
Χίλων δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἱπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία εἰ δὲ τυγχάνει ἔχων δευτέρα τὴν γυναῖκα ἐκπέμπειν καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς τοῦτον ἀπείπασθαι
[98] tree
οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα
s-298
64737
οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα
[99] tree
γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν
s-299
64738

[100] tree
συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε
s-300
64739
συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε

Edit as listText viewDependency trees