Sentence view
Universal Dependencies - Ancient Greek - PROIEL
Language | Ancient Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | train |
---|
showing 101 - 200 of 15014 • previous • next
σταδίους δὲ πέντε καὶ τεσσεράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱρόν
s-101
64561
σταδίους δὲ πέντε καὶ τεσσεράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱρόν
ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο
s-102
64562
ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν
s-103
64563
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν
οἵων τέκνων ἐκύρησε
s-104
83399
οἵων τέκνων ἐκύρησε
ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι οἵ μιν ἐτίμησαν μεγάλως τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί
s-105
64564

μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλ’ ἐν τέλεϊ τούτῳ ἔσχοντο
s-106
64565

Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων
s-107
64566
Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων
Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι
s-108
64567
Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι
Κροῖσος δὲ σπερχθεὶς εἶπε
s-109
75722
Κροῖσος δὲ σπερχθεὶς εἶπε
ὦ ξεῖνε Ἀθηναῖε ἡ δ’ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας
s-110
75720

ὦ Κροῖσε ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι
s-112
75721

ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει πολλὰ δὲ καὶ παθεῖν
s-113
64569
ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει πολλὰ δὲ καὶ παθεῖν
ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι
s-114
64570
ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι
οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας ἐμβολίμου μηνὸς μὴ γινομένου
s-115
64571

εἰ δὲ δὴ ἐθελήσει τὸ ἕτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα
s-116
64572

τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα
s-117
64573

οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή
s-118
64574
οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή
ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων
s-119
64575
ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων
ἐκεῖνο δὲ τὸ εἴρεό με οὔκω σε ἐγὼ λέγω πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι
s-120
64576
ἐκεῖνο δὲ τὸ εἴρεό με οὔκω σε ἐγὼ λέγω πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι
οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον
s-121
64577

πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες
s-122
64578
πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες
ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι
s-123
64579

ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος
s-124
64580
ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος
ὁ δὲ τοῖσιδε προέχει ἐκείνου
s-125
83400
ὁ δὲ τοῖσιδε προέχει ἐκείνου
εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί
s-126
64582

πρὶν δ’ ἂν τελευτήσῃ ἐπισχεῖν μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα
s-127
64583
πρὶν δ’ ἂν τελευτήσῃ ἐπισχεῖν μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα
τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί ὥσπερ χώρη οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται
s-128
64584

ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ αὕτη ἀρίστη
s-129
64585
ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ αὕτη ἀρίστη
ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί
s-130
64586
ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί
τὸ μὲν γὰρ ἔχει
s-131
64587
τὸ μὲν γὰρ ἔχει
ἄλλου δὲ ἐνδεές ἐστι
s-132
75823
ἄλλου δὲ ἐνδεές ἐστι
ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι
s-133
64588

σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν κῇ ἀποβήσεται
s-134
64589
σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν κῇ ἀποβήσεται
πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε
s-135
64590
πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε
ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται κάρτα δόξας ἀμαθέα εἶναι ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε
s-136
64591

μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον ὡς εἰκάσαι ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον
s-137
64592

αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα
s-138
64593

ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες τῶν ὁ ἕτερος μὲν διέφθαρτο ἦν γὰρ δὴ κωφός ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος
s-139
64594

οὔνομα δέ οἱ ἦν Ἄτυς
s-140
64595
οὔνομα δέ οἱ ἦν Ἄτυς
τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα
s-141
64596
τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα
ὃ δ’ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα
s-142
64597
ὃ δ’ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα
ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε
s-143
75829
ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε
ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ
s-144
64598

παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι
s-145
64600
παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι
Κροῖσος δέ μιν ἐκάθηρε
s-146
75832
Κροῖσος δέ μιν ἐκάθηρε
ἔστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι
s-147
64601
ἔστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι
ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη λέγων τάδε
s-148
64602
ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη λέγων τάδε
ὦ ἄνθρωπε τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο
s-149
64603
ὦ ἄνθρωπε τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο
τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας
s-150
64604
τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας
ὦ βασιλεῦ Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς
s-152
75833
ὦ βασιλεῦ Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς
ὀνομάζομαι δὲ Ἄδρηστος
s-153
75834
ὀνομάζομαι δὲ Ἄδρηστος
φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων
s-154
75835
φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων
Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε
s-155
64606
Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε
ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον
s-156
64607

ὃ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου
s-157
64608
ὃ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου
ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα
s-158
64609
ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα
ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε
s-159
64610
ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε
πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν
s-160
64611
πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν
ἔπασχον δὲ πρὸς αὐτοῦ
s-161
75836
ἔπασχον δὲ πρὸς αὐτοῦ
τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε
s-162
64612
τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε
ὦ βασιλεῦ ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ ὃς τὰ ἔργα διαφθείρει
s-163
64613
ὦ βασιλεῦ ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ ὃς τὰ ἔργα διαφθείρει
τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα
s-164
64614
τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα
νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης
s-165
64615

οἳ μὲν δὴ τούτων ἐδέοντο
s-166
64616
οἳ μὲν δὴ τούτων ἐδέοντο
Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε
s-167
75837
Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε
παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι
s-168
64617
παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι
οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι
s-169
64618
οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι
νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει
s-170
64619
νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει
Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης
s-171
64620

ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί
s-173
64622
ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί
οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε
s-174
64623
οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε
ὦ πάτερ τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν
s-175
64624

νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην
s-176
64625
νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην
νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι
s-177
84882
νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι
κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι κοῖος δέ τις τῇ νεογάμῳ γυναικί
s-178
64626
κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι κοῖος δέ τις τῇ νεογάμῳ γυναικί
κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν
s-179
64627
κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν
ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα
s-180
64628
ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα
ἀμείβεται Κροῖσος τοῖσιδε
s-181
64629
ἀμείβεται Κροῖσος τοῖσιδε
ὦ παῖ οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών τοι ποιέω ταῦτα ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι
s-182
64630

ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι
s-183
64631
ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι
πρὸς ὧν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω φυλακὴν ἔχων εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι
s-184
64632

εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς
s-185
64633
εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς
τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι
s-186
64634
τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι
ἀμείβεται ὁ νεηνίης τοῖσιδε
s-187
64635
ἀμείβεται ὁ νεηνίης τοῖσιδε
συγγνώμη μὲν ὦ πάτερ τοι ἰδόντι γε ὄψιν τοιαύτην περὶ ἐμὲ φυλακὴν ἔχειν
s-188
64636
συγγνώμη μὲν ὦ πάτερ τοι ἰδόντι γε ὄψιν τοιαύτην περὶ ἐμὲ φυλακὴν ἔχειν
τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειρον ἐμέ τοί δίκαιον ἐστί φράζειν
s-189
64637
τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειρον ἐμέ τοί δίκαιον ἐστί φράζειν
φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν
s-190
64638
φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν
ὑὸς δὲ κοῖαι μὲν εἰσὶ χεῖρες κοίη δὲ αἰχμὴ σιδηρέη τὴν σὺ φοβέαι
s-191
64639
ὑὸς δὲ κοῖαι μὲν εἰσὶ χεῖρες κοίη δὲ αἰχμὴ σιδηρέη τὴν σὺ φοβέαι
εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με ἢ ἄλλου τευ ὅ τι τούτῳ ἔοικε χρῆν δή σε ποιέειν τὰ ποιέεις
s-192
64640

νῦν δὲ ὑπὸ αἰχμῆς
s-193
64641
νῦν δὲ ὑπὸ αἰχμῆς
ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται ἡ μάχη μέτες με
s-194
64642
ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται ἡ μάχη μέτες με
ἀμείβεται Κροῖσος
s-195
64643
ἀμείβεται Κροῖσος
ὦ παῖ ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου
s-196
80278
ὦ παῖ ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου
ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην
s-197
64644
ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην
εἴπας δὲ ταῦτα ὁ Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον
s-198
64645
εἴπας δὲ ταῦτα ὁ Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον
ἀπικομένῳ δέ οἱ λέγει τάδε
s-199
80280
ἀπικομένῳ δέ οἱ λέγει τάδε
Ἄδρηστε ἐγώ σε συμφορῇ πεπληγμένον ἀχάρι τήν τοι οὐκ ὀνειδίζω ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω παρέχων πᾶσαν δαπάνην
s-200
64646

Edit as list • Text view • Dependency trees