Text view
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | train |
---|
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
τὰ δὲ ἐπ’ ἐμεῦ ἦν μεγάλα πρότερον ἦν σμικρά τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τῷ αὐτῷ μένουσαν ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως Κροῖσος ἦν Λυδὸς μὲν γένος παῖς δὲ Ἀλυάττεω τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον οὗτος ὁ Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν τοὺς δὲ φίλους προσεποιήσατο κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγένετο τῶν πολίων ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή ἡ δὲ ἡγεμονίη οὕτω περιῆλθε ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου καλεομένους δὲ Μερμνάδας ἦν Κανδαύλης τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι τύραννος Σαρδίων ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος
Download XML • Download text
• Sentence view • Dependency trees