grc-proiel-test

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 73 - 83 < sentence 84 - 94 > sentence 95 - 105

νῦν ὦν ἴθι χαίρων ἐς Πέρσας πομποὺς δὲ ἐγὼ ἅμα πέμψω ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ ταῦτα εἶπας Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι καὶ δεξάμενοι ὡς ἐπύθοντο μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο δέ σφι ἔλεγε φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ’ ἡμαρτηκέναι πλεῖστον κατ’ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός ἤιέ τε ταύτην αἰνέων διὰ παντός ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα Κυνώ

Download XMLDownload textSentence viewDependency trees