grc-proiel-train

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttrain

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 7 - 17 < sentence 18 - 28 > sentence 29 - 39

τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου ἀκηκοότα ταῦτα ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος δι’ ἁρπαγῆς γενέσθαι γυναῖκα ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας οὐδὲ γὰρ ἐκείνους διδόναι οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν τοὺς δέ προϊσχομένων ταῦτα προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρ’ ἄλλων δίκας γίνεσθαι μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρ’ ἀλλήλων τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην σφέας ἐς τὴν Εὐρώπην τὸ μέν νυν ἁρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων νομίζειν ἔργον εἶναι τὸ δὲ ἁρπασθεισέων σπουδήν ποιήσασθαι τιμωρέειν ἀνοήτων τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων δῆλα γὰρ δὴ ὅτι εἰ μὴ αὐταὶ ἐβούλοντο οὐκ ἂν ἡρπάζοντο σφέας μὲν δὴ τοὺς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν

Download XMLDownload textSentence viewDependency trees