Dependency Tree

Universal Dependencies - Ancient_Greek - PTNK

LanguageAncient_Greek
ProjectPTNK
Corpus Parttest

Select a sentence

Showing 201 - 300 of 410 • previousnext

s-201 ἔδωκεν δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ,
s-202 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
s-203 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἁβραάμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη.
s-204 καὶ ἐκλιπὼν ἀπέθανεν Ἁβραὰμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
s-205 καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ἐστιν ἀπέναντι Μαμβρῆ.
s-206 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
s-207 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ εὐλόγησεν θεὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
s-208 αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ παιδίσκη Σάρρας τῷ Ἁβραάμ,
s-209 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαϊὼθ καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ
s-210 καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασσῆ
s-211 καὶ Χοδδάδ καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.
s-212 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν· καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
s-213 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
s-214 κατῴκησεν δὲ ἀπὸ Εὐιλάτ, ἕως Σοὺρ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.
s-215 καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ.
s-216 ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβὰν τοῦ Σύρου ἑαυτῷ γυναῖκα.
s-217 ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα γυνὴ αὐτοῦ.
s-218 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ, εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου,
s-219 καὶ εἶπεν κύριος αὐτῇ, δύο ἔθνη ἐν τῇ γαστρί σου εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ μείζων δουλεύσει τῷ ἐλάσσονι.
s-220 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
s-221 ἐξῆλθεν δὲ υἱὸς πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ.
s-222 καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελφὸς αὐτοῦ, καὶ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα.
s-223 ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν.
s-224 ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
s-225 ἥψησεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
s-226 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ, γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
s-227 εἶπεν δὲ Ἰακὼβ τῷ Ἡσαῦ, ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
s-228 εἶπεν δὲ Ἡσαῦ, ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
s-229 καὶ εἶπεν αὐτῷ Ἰακώβ, ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
s-230 Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἡσαῦ ἄρτον καὶ ἕψεμα φακοῦ, καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
s-231 ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιὶμ εἰς Γέραρα.
s-232 ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ἄν σοί εἴπω.
s-233 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σου καὶ εὐλογήσω σε· σοί γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα Ἁβραὰμ τῷ πατρί σου.
s-234 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,
s-235 ἀνθ᾿ ὧν ὑπήκουσεν Ἁβραὰμ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
s-236 καὶ κατῴκησεν Ἰσαὰκ ἐν Γεράροις.
s-237 ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι, γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
s-238 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ.
s-239 ἐκάλεσεν δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ, ἄρα γε γυνή σου ἐστιν· τί ὅτι εἶπας, ἀδελφή μού ἐστιν; εἶπεν δὲ αὐτῷ Ἰσαάκ, εἶπα γάρ μήποτε ἀποθάνω δι᾿ αὐτήν.
s-240 εἶπεν δὲ αὐτῷ Ἀβιμέλεχ, τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐφ᾿ ἡμᾶς ἄγνοιαν.
s-241 συνέταξεν δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων, πᾶς ἁπτόμενος τοῦ ἀνθρώπου τούτου τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται.
s-242 ἔσπειρεν δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησεν δὲ αὐτὸν κύριος.
s-243 καὶ ὑψώθη ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
s-244 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιίμ,
s-245 καὶ πάντα τὰ φρέατα, ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
s-246 εἶπεν δὲ Ἀβιμέλεχ πρὸς Ἰσαάκ, ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
s-247 καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.
s-248 καὶ πάλιν Ἰσαὰκ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος, ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἐπωνόμασεν Ἁβραὰμ πατὴρ αὐτοῦ.
s-249 καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
s-250 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαὰκ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
s-251 ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
s-252 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων, διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
s-253 ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
s-254 καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν, ἐγώ εἰμι θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σου γάρ εἰμι καὶ ηὐλόγηκά σὲ καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἁβραὰμ τὸν πατέρα σου.
s-255 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ.
s-256 καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ Ὁχοζὰθ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
s-257 καὶ εἶπεν αὐτοῖς Ἰσαάκ, ἵνα τί ἤλθατε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ᾿ ὑμῶν.
s-258 καὶ εἶπαν, ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σου, καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σου, καὶ διαθησόμεθα μετὰ σου διαθήκην
s-259 μὴ ποιήσειν μεθ᾿ ἡμῶν κακόν, καθότι ἡμεῖς σὲ οὐκ ἐβδελυξάμεθα, καὶ ὃν τρόπον ἐχρησάμεθά σοί καλῶς καὶ ἐξαπεστείλαμέν σὲ μετ᾿ εἰρήνης· καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.
s-260 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·
s-261 καὶ ἀναστάντες τὸ πρωῒ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.
s-262 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν, οὐχ εὕρομεν ὕδωρ.
s-263 καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ Ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
s-264 ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ἰουδίν τὴν θυγατέρα Βεήρ τοῦ Χετταίου καὶ τὴν Βασεμμάθ θυγατέρα Αἰλών τοῦ Εὐαίου.
s-265 καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκα.
s-266 ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ, υἱέ μου· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
s-267 καὶ εἶπεν, ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
s-268 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
s-269 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σὲ ψυχή μου πρὶν ἀποθανεῖν με.
s-270 Ῥεβέκκα δὲ ἤκουσεν λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
s-271 Ῥεβέκκα δὲ εἶπεν πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω, ἰδὲ ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος,
s-272 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σὲ ἐναντίον κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
s-273 νῦν οὖν, υἱέ, ἄκουσόν μου, καθὰ ἐγώ σοί ἐντέλλομαι,
s-274 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
s-275 καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σὲ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
s-276 εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ, ἔστιν Ἡσαῦ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
s-277 μήποτε ψηλαφήσῃ με πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
s-278 εἶπεν δὲ αὐτῷ μήτηρ, ἐπ᾿ ἐμὲ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου καὶ πορευθεὶς ἔνεγκέ μοι.
s-279 πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ μητρί, καὶ ἐποίησεν μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει πατὴρ αὐτοῦ.
s-280 καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
s-281 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
s-282 καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
s-283 καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ. εἶπεν δέ, πάτερ. δὲ εἶπεν, ἰδοὺ ἐγώ· τίς εἶ σύ, τέκνον;
s-284 καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ, ἐγὼ Ἡσαῦ πρωτότοκός σου· ἐποίησα, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ψυχή σου.
s-285 εἶπεν δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, τί τοῦτο, ταχὺ εὗρες, τέκνον; δὲ εἶπεν, παρέδωκεν κύριος θεός σου ἐναντίον μου.
s-286 εἶπεν δὲ Ἰσαὰκ τῷ Ἰακώβ, ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ υἱός μου Ἡσαῦ οὔ.
s-287 ἤγγισεν δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν, μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.
s-288 καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ ηὐλόγησεν αὐτόν.
s-289 καὶ εἶπεν, σὺ εἶ υἱός μου Ἡσαῦ; δὲ εἶπεν, ἐγώ.
s-290 καὶ εἶπεν, προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σὲ ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔφαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν.
s-291 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ πατὴρ αὐτοῦ, ἔγγισόν μοι καὶ φίλησόν με, τέκνον.
s-292 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν, ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν ηὐλόγησεν κύριος.
s-293 καὶ δῴη σοί θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
s-294 καὶ δουλευσάτωσάν σοί ἔθνη, καὶ προσκυνήσουσίν σοί ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοί οἱ υἱοὶ τοῦ πατρός σου. καταρώμενός σὲ ἐπικατάρατος, δὲ εὐλογῶν σὲ εὐλογημένος.
s-295 καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
s-296 καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί, ἀναστήτω πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ψυχή σου.
s-297 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ πατὴρ αὐτοῦ, τίς εἶ σύ; δὲ εἶπεν, ἐγώ εἰμι υἱός σου πρωτότοκος Ἡσαῦ.
s-298 ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν, τίς οὖν θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔστω.
s-299 ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν, εὐλόγησον δὴ κἀμέ , πάτερ.
s-300 εἶπεν δὲ αὐτῷ, ἐλθὼν ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου.

Text viewDownload CoNNL-U