Dependency Tree

Universal Dependencies - Ancient_Greek - PROIEL

LanguageAncient_Greek
ProjectPROIEL
Corpus Parttest

Select a sentence

Showing 101 - 200 of 1047 • previousnext

s-101 ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους συμμίσγων ἑνὶ ἑκάστῳ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης
s-102 κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων
s-103 δὲ ἐπιτεχνᾶται τοιόνδε
s-104 λαγὸν μηχανησάμενος καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον γράψας τά οἱ ἐδόκεε
s-105 ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ ἀπέστελλε ἐς τοὺς Πέρσας ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι
s-106 ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε
s-107 εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο
s-108 τὰ δὲ γράμματα ἔλεγε τάδε
s-109 παῖ Καμβύσεω σὲ γὰρ θεοὶ ἐπορῶσι
s-110 οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ
s-111 σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι
s-112 κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας
s-113 τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις
s-114 τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ
s-115 σύ νυν ἢν βούλῃ ἐμοὶ πείθεσθαι τῆς περ Ἀστυάγης ἄρχει χώρης ταύτης ἁπάσης ἄρξεις
s-116 Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους
s-117 καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ ἔστι τοι τὰ σὺ βούλεαι ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων
s-118 πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται
s-119 ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος
s-120 ἀκούσας ταῦτα Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι
s-121 φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι
s-122 ἐποίεε δὴ ταῦτα
s-123 γράψας ἐς βυβλίον τὰ ἐβούλετο ἁλίην τῶν Περσέων ἐποιήσατο
s-124 μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι
s-125 νῦν τε ἔφη λέγων Πέρσαι προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον
s-126 Κῦρος μὲν ταῦτα προηγόρευσε
s-127 ἔστι δὲ Πέρσεων συχνὰ γένεα
s-128 καὶ τὰ μὲν αὐτῶν Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων
s-129 ἔστι δὲ τάδε ἐξ ὧν οἱ ἄλλοι πάντες ἀρτέαται Πέρσαι Πασαργάδαι Μαράφιοι Μάσπιοι
s-130 τούτων Πασαργάδαι εἰσὶ ἄριστοι ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι
s-131 ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι
s-132 οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί οἱ δὲ ἄλλοι νομάδες Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι
s-133 Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους
s-134 ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι ὡς μὲν ἐμοὶ δοκέειν ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι
s-135 οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες
s-136 θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι
s-137 τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν
s-138 ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων
s-139 καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα Ἀράβιοι δὲ Ἀλιλάτ Πέρσαι δὲ Μίτραν
s-140 θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε
s-141 οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν
s-142 οὐ σπονδῇ χρέωνται οὐκὶ αὐλῷ οὐ στέμμασι οὐκὶ οὐλῇσι
s-143 τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα
s-144 ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά
s-145 δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι
s-146 ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται
s-147 ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην μάλιστα δὲ τὸ τρίφυλλον ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα
s-148 διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν
s-149 ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι
s-150 ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται θύσας τὰ κρέα καὶ χρᾶται τι μιν λόγος αἱρέει
s-151 ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο
s-152 ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι
s-153 ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται
s-154 σίτοισι δὲ ὀλίγοισι χρέωνται ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι
s-155 καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον
s-156 εἰ δέ τι παραφέροιτο ἐσθίοντας ἂν οὐ παύεσθαι
s-157 οἴνῳ δὲ κάρτα προσκέαται καί σφι οὐκ ἐμέσαι ἔξεστι οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου
s-158 ταῦτα μέν νυν οὕτω φυλάσσεται
s-159 μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων
s-160 τὸ δ’ ἂν ἅδῃ σφι βουλευομένοισι τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ στέγαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται
s-161 καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι χρέωνται αὐτῷ
s-162 ἢν δὲ μὴ ἅδῃ μετιεῖσι
s-163 τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται μεθυσκόμενοι ἐπιδιαγινώσκουσι
s-164 ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες
s-165 ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι
s-166 ἢν δὲ ἕτερος ὑποδεέστερος ὀλίγῳ τὰς παρειὰς φιλέονται
s-167 ἢν δὲ πολλῷ ἕτερος ἀγεννέστερος προσπίπτων προσκυνέει τὸν ἕτερον
s-168 τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς δευτέρα δὲ τοὺς δευτέρους
s-169 μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι
s-170 ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι
s-171 ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι οὗτοι δὲ καὶ τῶν ὁμούρων οἳ δὲ μάλα τῶν ἐχομένων
s-172 κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι
s-173 προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον
s-174 ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα
s-175 καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας
s-176 καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι καὶ δὴ καὶ ἀπ’ Ἑλλήνων μαθόντες παισὶ μίσγονται
s-177 γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας
s-178 πολλῷ δ’ ἔτι πλεῦνας παλλακὰς κτῶνται
s-179 ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας
s-180 τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος
s-181 τὸ πολλὸν δ’ ἡγέαται ἰσχυρὸν εἶναι
s-182 παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι
s-183 πρὶν δὲ πενταέτης γένηται οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει
s-184 τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται ἵνα ἢν ἀποθάνῃ τρεφόμενος μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ
s-185 αἰνέω μέν νυν τόνδε τὸν νόμον αἰνέω δὲ καὶ τόνδε τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν
s-186 ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων οὕτω τῷ θυμῷ χρᾶται
s-187 ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα μοιχίδια
s-188 οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν
s-189 ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι ταῦτα οὐδὲ λέγειν ἔξεστι
s-190 αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται δεύτερα δὲ τὸ ὀφείλειν χρέος
s-191 πολλῶν μὲν καὶ ἄλλων εἵνεκα
s-192 μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν
s-193 ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην λεύκην ἔχῃ ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι
s-194 φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν
s-195 ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης
s-196 καὶ τὰς λευκὰς περιστεράς τὴν αὐτὴν αἰτίην ἐπιφέροντες
s-197 ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι οὐ χεῖρας ἐναπονίζονται οὐδὲ ἄλλον οὐδένα περιορῶσι ἀλλὰ σέβονται ποταμοὺς μάλιστα
s-198 καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι τὸ Πέρσας μὲν αὐτοὺς λέληθε ἡμέας μέντοι οὔ
s-199 τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὸ αὐτὸ γράμμα τὸ Δωριέες μὲν σὰν καλέουσι Ἴωνες δὲ σίγμα
s-200 ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα οὐ τὰ μὲν τὰ δ’ οὔ ἀλλὰ πάντα ὁμοίως

Text viewDownload CoNNL-U