Dependency Tree

Universal Dependencies - Ancient_Greek - Perseus

LanguageAncient_Greek
ProjectPerseus
Corpus Parttest

Select a sentence

Showing 401 - 500 of 1306 • previousnext

s-401 οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος·
s-402 καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ὁμαλής.
s-403 πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο·
s-404 ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα, ὥστε παῤ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ.
s-405 μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκόμισαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχὴν·
s-406 καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγ̓ τῶν Ἱστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης.
s-407 καὶ τὸν θάνατον δ̓ ἀποσημαίνων τοῦ βασιλέως φησίν·
s-408 φιλήδονος ἦν καὶ Σπεύσιππος Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς.
s-409 Διονύσιος γοῦν τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐταῦ Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
s-410 φησὶν γάρ·
s-411 οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δἰ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δἰ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ̓ ὄψιν ἡδείας κινήσεις.
s-412 καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν·
s-413 περὶ γαστέρα, φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.
s-414 καὶ Ἐπίκουρος δέ φησιν·
s-415 καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.
s-416 κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησὶν·
s-417 τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ·
s-418 ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον, σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν.
s-419 κἀν ἄλλοις δέ φησιν·
s-420 προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.
s-421 καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δἰ ἃς εἰσηγοῦντο ἡδονάς.
s-422 ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς φιλόσοφος ἐν τῇ πόλει μηδ̓ ἐν τῇ χώρᾳ.
s-423 καὶ μὴ ἄλλως γίνηται.
s-424 τῆς δ̓ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών·
s-425 πλούτει τε γὰρ κατ̓ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ̓ ἔχων·
s-426 ἐὰν δ̓ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ̓ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
s-427 καὶ Λύκων δὲ περιπατητικός, ὥς φησιν Ἀντίγονος Καρύστιος, κατ̓ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο.
s-428 ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος.
s-429 χωρὶς γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς λοιπὴ παρασκευὴ καὶ τῶν δείπνων περιεργία καὶ τῶν τραπεζοποιῶν καὶ μαγείρων ὄχλος τοσοῦτος ἦν ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαβουμένους προσάγειν.
s-430 δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα.
s-431 καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, γ̓ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος.
s-432 δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης·
s-433 οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι.
s-434 δὲ Λύκων ὑπ̓ ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτῳ τῆς πόλεως τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἶχεν εἰκοσίκλινον οἶκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς.
s-435 ἦν δὲ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.
s-436 περὶ δὲ Ἀναξάρχου Κλέαρχος Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει·
s-437 τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν.
s-438 δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν τρίβων ἐμπνέοι.
s-439 διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ·
s-440 καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.
s-441 Δημήτριος δὲ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων Γοργίας, φησίν, Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ἐτῶν, ἔφη τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.
s-442 Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ̓ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.
s-443 Τιθωνὸν δ̓ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον·
s-444 ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων.
s-445 καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου.
s-446 Νύμφις γοῦν Ἡρακλεώτης ἐν τῷ ιβ̓ περὶ Ἡρακλείας Διονύσιος, φησίν, Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ̓ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ.
s-447 μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν·
s-448 εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο.
s-449 τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν.
s-450 μνημονεύει δ̓ αὐτοῦ Μένανδρος ἥκιστὰ γ̓ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας·
s-451 παχὺς γὰρ ὗς ἔκειτ̓ ἐπὶ στόμα.
s-452 ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
s-453 ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.
s-454 τοιοῦτος ἐγεγόνει καὶ Πτολεμαῖος ἕβδομος Αἰγύπτου βασιλεύσας, αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος.
s-455 Ποσειδώνιος γοῦν στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως·
s-456 διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν συσπερίληπτον εἶναι συνέβαινεν·
s-457 ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως·
s-458 πολλάκις δέ τινες καὶ καθάριον ἀκολουθίσκον προσδιδόασιν.
s-459 εἰς πάχος δ̓ ἐπεδεδώκει καὶ υἱὸς αὐτοῦ Ἀλέξανδρος, τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ.
s-460 φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως·
s-461 δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ̓ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ ἀποπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο.
s-462 εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.
s-463 Ἀγαθαρχίδης δ̓ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δἰ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς.
s-464 παρὰ δὲ Λακεδαιμονίοις αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις τὸ σχῆμα ἀνανδρότερον ἔχων τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων.
s-465 καθεώρων δ̓ οἱ ἔφοροι καὶ καθ̓ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων·
s-466 καὶ Πύθων δ̓ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα·
s-467 καί τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγεν·
s-468 ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα·
s-469 ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν.
s-470 ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται·
s-471 φησὶ δ̓ οὕτως Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος·
s-472 οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
s-473 καὶ Ἀριστοφάνης δ̓ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί·
s-474 καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ἔτλη κατελθεῖν;
s-475 ἕνα γὰρ ἀφ̓ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾄδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας.
s-476 εἰσὶ γάρ τινες ἄνδρες παῤ ὑμῖν ᾄδοφοῖται;
s-477 πάντ̓ ἔχεις.
s-478 καὶ τίνες ἂν εἶεν;
s-479 εἶθ̓ ἑξῆς φησιν·
s-480 ὡς σφόδῤ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ̓ ἄρα·
s-481 τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν τῆς διαρροίας ποταμὸς ἐξοιχήσεται.
s-482 περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν·
s-483 περὶ δὲ Μελήτου αὐτὸς Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως·
s-484 ἦν δ̓ ὄντως λεπτότατος καὶ μακρότατος Κινησίας, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν·
s-485 παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη Φθιῶτ̓ Ἀχιλλεῦ.
s-486 ὅτι δὲ ἦν Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν.
s-487 ὅτι δὲ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι.
s-488 λέγει δ̓ οὕτως ῥήτωρ·
s-489 θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι.
s-490 οὐχ οὗτός ἐστιν τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δ̓ ἀκούετε καθ̓ ἕκαστον ἐνιαυτόν;
s-491 οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις·
s-492 οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ̓ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων.
s-493 περὶ μὲν οὖν Κινησίου ταῦτα ῥήτωρ εἴρηκεν.
s-494 λεπτότερος δ̓ ἦν καὶ Φιλίτας Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη.
s-495 Πολέμων δ̓ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων Ἀρχέστρατον φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα·
s-496 οὕτως ἦν ἰσχνός.
s-497 δ̓ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων·
s-498 ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας·
s-499 ἦν δ̓ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς Ὑπερείδης ἔφη.
s-500 Ἄλεξίς τ̓ ἐν Θεσπρωτοῖς φησιν·

Text viewDownload CoNNL-U