s-301
| οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον· |
s-302
| καὶ πρῶτοι μὲν Πέρσαι φ̓ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· |
s-303
| προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι. |
s-304
| κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ̓ οὗ καθήμενος ἐχρημάτιζεν ὁ Ἀλέξανδρος τῶν σωματοφυλάκων πανταχόθεν ἐφεστηκότων. |
s-305
| ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι Μακεδονικὰς στολὰς ἔχοντες, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. |
s-306
| τοσούτων δὲ ὄντων καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ· |
s-307
| τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. |
s-308
| ἔγραψεν δὲ καὶ ποτε Ἀλέξανδρος ταῖς ἐν Ἰωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν. |
s-309
| ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς. |
s-310
| ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παῤ Ὁμήρῳ εἰρημένον· |
s-311
| ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. |
s-312
| Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. |
s-313
| ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. |
s-314
| ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. |
s-315
| ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου λέγων τοῦ ἐπ̓ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ̓ ἡμέραν ὀχλικάς· |
s-316
| ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· |
s-317
| Κλύτος δ̓ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτην φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ̓ ἐκ Σικελίας. |
s-318
| Ἄλεξις δ̓ ἐν τρίτῳ Σαμίων Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ̓ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ̓ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. |
s-319
| μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. |
s-320
| πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. |
s-321
| ὅτε καὶ δἰ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. |
s-322
| πρῶτος δ̓ ὁ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν. |
s-323
| Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. |
s-324
| ὅθεν τῷ τ̓ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. |
s-325
| οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο, |
s-326
| οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ῤ καὶ κ̓ ταλάντων. |
s-327
| ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων. |
s-328
| εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί. |
s-329
| ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος διὰ τῆς ἑβδόμης. |
s-330
| περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις πληροῦσθαί φησιν παῤ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων. |
s-331
| καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως· |
s-332
| καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. |
s-333
| τοιγαροῦν μετ̓ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ̓ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς· |
s-334
| ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν̓ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· |
s-335
| τὰ δὲ λείψανα κατεπόντωσαν. |
s-336
| αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. |
s-337
| εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν. |
s-338
| Διόδωρος δ̓ ὁ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ κατασκευάσαι Γέλωνι κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ̓, βάθος δὲ πηχῶν κ̓, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· |
s-339
| ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. |
s-340
| Σιληνὸς δ̓ ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν Ἱέρωνα τὸν βασιλέα |
s-341
| ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν. |
s-342
| τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. |
s-343
| ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς. |
s-344
| Δημήτριος δ̓ ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ̓ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ̓ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. |
s-345
| ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν. |
s-346
| ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· |
s-347
| ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. |
s-348
| ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Καστορίωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο· |
s-349
| ἐξόχως δ̓ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖσι γεραίρει. |
s-350
| Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν. |
s-351
| καὶ κατ̓ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. |
s-352
| ὡς δ̓ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ̓ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. |
s-353
| ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· |
s-354
| καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ̓ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν̓ ὀφθεῖεν αὐτῷ, |
s-355
| διαβόητος δ̓ ἦν παρὰ Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος. |
s-356
| περὶ γὰρ Ἀπικίου προειρήκαμεν. |
s-357
| Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. |
s-358
| διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν. |
s-359
| Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. |
s-360
| γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος. |
s-361
| οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιόν τὸν Ἐφέσιον ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις. |
s-362
| οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ̓ αὐτοῦ ἐπιτελουμένοις ἔργοις· |
s-363
| ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ̓ ἔγραψεν. |
s-364
| καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ῥαβδοδίαιτος ἀνήρ. |
s-365
| ἐπέγραψεν δ̓ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε· |
s-366
| οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ̓ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. |
s-367
| ηὔχησε δ̓ ἀνεμεσήτως ἐν τούτοις· |
s-368
| εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· |
s-369
| φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ̓ ἡμετέρης· |
s-370
| ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. |
s-371
| ἀμώμητον δ̓ οὐδὲν ἔγεντο βροτοῖς. |
s-372
| ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. |
s-373
| ἀλλ̓ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας· |
s-374
| τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. |
s-375
| ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι· |
s-376
| οἷος δ̓ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δἰ ὕπνου, τοῖος ὅδ̓ ἐστὶν ὁρᾶν. |
s-377
| ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες. |
s-378
| Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. |
s-379
| Ἡγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παῤ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι. |
s-380
| καὶ ἐν ἄλλοις δὲ φησιν ὁ Ἡγήσανδρος· |
s-381
| Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ̓ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ̓ Ἀντιφῶντος, εἰ δ̓ ἁλιευόμενος ἐτύγχανον ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον; |
s-382
| διέτριβεν δ̓ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν· |
s-383
| διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. |
s-384
| ὁ δ̓ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν ἔχω καὶ οὐκ ἔχομαι. |
s-385
| καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν. |
s-386
| κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε· |
s-387
| ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο. |
s-388
| Ἀντιφάνης δ̓ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν· |
s-389
| ὦ τάν, κατανοεῖς τίς ποτ̓ ἐστὶν οὑτοσὶ ὁ γέρων; |
s-390
| ὅλως αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ. |
s-391
| Ἀριστόξενος δ̓ ὁ μουσικὸς ἐν τῷ Ἀρχύτα βίῳ ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ. |
s-392
| ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. |
s-393
| ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος· |
s-394
| προφέρειν δ̓ ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς καὶ εἲ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει· |
s-395
| οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονὴν· |
s-396
| ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον. |
s-397
| πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. |
s-398
| δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον. |
s-399
| ἐκείνῳ μὲν γὰρ ἥ τε Ἀσία ὅλη χορηγεῖ..., τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. |
s-400
| αὕτη δ̓ ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις. |