Dependency Tree

Universal Dependencies - Ancient_Greek - Perseus

LanguageAncient_Greek
ProjectPerseus
Corpus Parttest

Select a sentence

Showing 103 - 202 of 1306 • previousnext

s-103 πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν.
s-104 διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ̓ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.
s-105 τοὺς δὲ σύμπαντας Ἴωνας ἐπισκώπτων Καλλίας Διοκλῆς ἐν Κύκλωψί φησιν·
s-106 τί γὰρ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ̓ τι πράσσει.
s-107 χαῖῤ, διαπόντιον στράτευμα, τί πράττομεν;
s-108 ἦν δὲ πάνθ̓ ὅκως.
s-109 περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως·
s-110 ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παῤ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ ἔχοις χρῆσθαι αὐτοῖς.
s-111 ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων.
s-112 καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε·
s-113 λάβοι δ̓ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς.
s-114 ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν.
s-115 ἴδοι δ̓ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν.
s-116 ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν καταπέπασται δὲ χρυσοῖς κέγχροις·
s-117 οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ̓ ἔχουσιν ἀνὰ μέσον.
s-118 τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.
s-119 περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους.
s-120 ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα·
s-121 οἱ δ̓ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·
s-122 Κολοφώνιοι δ̓, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶν·
s-123 οὕτω δ̓ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν.
s-124 ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν.
s-125 Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν·
s-126 δὴ καὶ βασιλεῦσιν σπάνιον τότ̓ ἦν καὶ περισπούδαστον.
s-127 ἰσοστάσιος γὰρ ἦν πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη.
s-128 τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν.
s-129 ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων.
s-130 κοινῶς δὲ περὶ πάντων Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει·
s-131 ἔτι καὶ νῦν χρυσῆ παροιμία διαμεμένηκε
s-132 καὶ τῶν παρωκεανιτῶν δὲ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι.
s-133 περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων αὐτός φησι Θεόπομπος τάδε·
s-134 ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ̓ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων.
s-135 περὶ δὲ Θετταλῶν λέγων ἐν τῇ τετάρτῃ φησὶν ὅτι ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ̓ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον.
s-136 Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.
s-137 ὡμολόγηνται δ̓ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί, πάντων Ἑλλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα·
s-138 ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν.
s-139 περὶ δὲ Αἰτωλῶν Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο.
s-140 Ἀγαθαρχίδης δ̓ ἐν δωδεκάτῃ Ἱστοριῶν Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.
s-141 διαβόητοι δ̓ εἰσὶ περὶ τρυφὴν Σικελιῶται τε καὶ Συρακόσιοι, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν·
s-142 Πλάτων δ̓ ἐν ταῖς Ἐπιστολαῖς φησιν·
s-143 ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην.
s-144 ἐλθόντα δέ με ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ.
s-145 ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ̓ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δ̓ οὐδ̓ ἂν μελλήσαι ποτὲ γενέσθαι.
s-146 κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως·
s-147 Συρακοσίαν δέ, φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς·
s-148 Ποσειδώνιος δ̓ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα·
s-149 ἐν δὲ τῇ λἀ Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
s-150 οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν·
s-151 διόπερ ὑπὸ Ῥωμαίων ἀνήκεστα ἔπαθον.
s-152 ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν.
s-153 καὶ Κυμαῖοι δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.
s-154 περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
s-155 περὶ δὲ τῶν κατ̓ ἄνδρα τάδ̓ ἤκουσα.
s-156 οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.
s-157 Κτησίας δὲ λέγει εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ̓ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς.
s-158 ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη αὐτός τε μετὰ καὶ τῆς γυναικὸς καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις.
s-159 τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα·
s-160 ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέρας.
s-161 οἱ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν·
s-162 ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι.
s-163 μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.
s-164 ὅθεν πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, παῤ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις ἀποκροτοῦντι οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ...
s-165 φαίνεται γοῦν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος·
s-166 καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι.
s-167 Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.
s-168 Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει·
s-169 διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.
s-170 Κλείταρχος δ̓ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς.
s-171 Ἀριστόβουλος δ̓ ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο.
s-172 καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ̓ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα.
s-173 Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ.
s-174 ἔσθιε, πῖνε, παῖζε·
s-175 καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.
s-176 Κλέαρχος δ̓ ἐν πέμπτῳ Βίων Σάγαριν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι.
s-177 διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν·
s-178 Κτησίας δ̓ ἱστορεῖ Ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες·
s-179 Φοῖνιξ δ̓ Κολοφώνιος ποιητὴς περὶ Νίνου λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν·
s-180 ἀνὴρ Νίνος τις ἐγένετ̓, ὡς ἐγὼ κλύω, Ἀσσύριος·
s-181 ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·
s-182 οὐ γὰρ ἀλλὰ κηρύσσω·
s-183 τὰ δ̓ ὄλβἰ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι.
s-184 ἐγὼ δ̓ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ̓ ἵππον οὔτ̓ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
s-185 σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
s-186 Θεόπομπος δ̓ ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν Ἱστοριῶν Στράτωνα φησι τὸν Σιδώνιον βασιλέα ὑπερβαλεῖν ἡδυπαθείᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους.
s-187 οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ Στράτων διετέλει ποιῶν πολὺν χρόνον.
s-188 καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, δὲ Στράτων μετ̓ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας·
s-189 ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον·
s-190 οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παῤ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους.
s-191 ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί.
s-192 οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ̓ ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν.
s-193 ἐν δὲ τῇ τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησὶν·
s-194 ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια·
s-195 καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.
s-196 διηγεῖταί τε ἑξῆς συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν Κότυς ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν.
s-197 ἤδη δ̓ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν θεὸς εἰς τὸν θάλαμον.
s-198 ἀφικομένου δ̓ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν.
s-199 δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.
s-200 ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίου ἱστορῶν φησιν·
s-201 ἅπασι γάρ εἰσι χαλεποί·
s-202 καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν·

Text viewDownload CoNNL-U