Sentence view
Universal Dependencies - Ancient_Greek - PTNK
Language | Ancient_Greek |
---|
Project | PTNK |
---|
Corpus Part | test |
---|
Text: -
showing 301 - 400 of 410 • previous • next
καὶ εἶπεν, δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν εἴληφεν τὴν εὐλογίαν μου. καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ, οὐχ ὑπελίπω μοι εὐλογίαν, πάτερ;
s-301
Septuagint-Genesis-27:36-grc
καὶ εἶπεν, δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν εἴληφεν τὴν εὐλογίαν μου. καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ, οὐχ ὑπελίπω μοι εὐλογίαν, πάτερ;
ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν τῷ Ἡσαῦ, εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν, σοί δὲ τί ποιήσω, τέκνον;
s-302
Septuagint-Genesis-27:37-grc
ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν τῷ Ἡσαῦ, εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν, σοί δὲ τί ποιήσω, τέκνον;
εἶπεν δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ, μὴ εὐλογία μία Σοὶ ἐστιν, πάτερ; εὐλόγησον δὴ κἀμέ , πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησεν φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν.
s-303
Septuagint-Genesis-27:38-grc
εἶπεν δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ, μὴ εὐλογία μία Σοὶ ἐστιν, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησεν φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν.
ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ, ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν·
s-304
Septuagint-Genesis-27:39-grc
ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ, ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν·
καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
s-305
Septuagint-Genesis-27:40-grc
καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπεν δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ, ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
s-306
Septuagint-Genesis-27:41-grc
καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπεν δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ, ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
ἀπηγγέλη δὲ Ῥεβέκκα τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ, ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοί τοῦ ἀποκτεῖναί σε.
s-307
Septuagint-Genesis-27:42-grc
ἀπηγγέλη δὲ Ῥεβέκκα τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ, ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοί τοῦ ἀποκτεῖναί σε.
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν ἀδελφόν μου εἰς Χαρρὰν
s-308
Septuagint-Genesis-27:43-grc
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν ἀδελφόν μου εἰς Χαρρὰν
καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σου καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σὲ ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
s-309
Septuagint-Genesis-27:44-45-grc
καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σου καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σὲ ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήμψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι ζῆν;
s-310
Septuagint-Genesis-27:46-grc
εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήμψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι ζῆν;
προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων, οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν.
s-311
Septuagint-Genesis-28:1-grc
προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων, οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν.
ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρός σου.
s-312
Septuagint-Genesis-28:2-grc
ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρός σου.
ὁ δὲ θεός μου εὐλογήσαι σὲ καὶ αὐξήσαι σὲ καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν·
s-313
Septuagint-Genesis-28:3-grc
ὁ δὲ θεός μου εὐλογήσαι σὲ καὶ αὐξήσαι σὲ καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν·
καὶ δῴη σοί τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου, σοί καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ θεὸς τῷ Ἁβραάμ.
s-314
Septuagint-Genesis-28:4-grc
καὶ δῴη σοί τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου, σοί καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ θεὸς τῷ Ἁβραάμ.
καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου ἀδελφὸν δὲ Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
s-315
Septuagint-Genesis-28:5-grc
καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου ἀδελφὸν δὲ Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
εἶδεν δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων, οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων Χαναάν,
s-316
Septuagint-Genesis-28:6-grc
εἶδεν δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων, οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων Χαναάν,
καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας,
s-317
Septuagint-Genesis-28:7-grc
καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας,
καὶ εἶδεν Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ,
s-318
Septuagint-Genesis-28:8-grc
καὶ εἶδεν Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ,
καὶ ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβεν τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραὰμ ἀδελφὴν Ναβαϊὼθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
s-319
Septuagint-Genesis-28:9-grc
καὶ ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβεν τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραὰμ ἀδελφὴν Ναβαϊὼθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.
s-320
Septuagint-Genesis-28:10-grc
καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.
καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.
s-321
Septuagint-Genesis-28:11-grc
καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.
καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
s-322
Septuagint-Genesis-28:12-grc
καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.
ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἁβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοί δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
s-323
Septuagint-Genesis-28:13-grc
ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἁβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοί δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοί πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
s-324
Septuagint-Genesis-28:14-grc
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοί πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
καὶ ἰδοὺ ἐγὼ μετὰ σου διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σὲ εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σὲ ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι.
s-325
Septuagint-Genesis-28:15-grc
καὶ ἰδοὺ ἐγὼ μετὰ σου διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σὲ εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σὲ ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι.
καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι, ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
s-326
Septuagint-Genesis-28:16-grc
καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι, ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
καὶ ἐφοβήθη καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ᾿ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
s-327
Septuagint-Genesis-28:17-grc
καὶ ἐφοβήθη καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ᾿ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ καὶ ἔλαβεν τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
s-328
Septuagint-Genesis-28:18-grc
καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ καὶ ἔλαβεν τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Οἶκος θεοῦ· καί. Οὐλαμλούς ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
s-329
Septuagint-Genesis-28:19-grc
καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Οἶκος θεοῦ· καί. Οὐλαμλούς ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων, ἐὰν ᾖ κύριος ὁ θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
s-330
Septuagint-Genesis-28:20-grc
καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων, ἐὰν ᾖ κύριος ὁ θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς θεόν,
s-331
Septuagint-Genesis-28:21-grc
καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς θεόν,
καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
s-332
Septuagint-Genesis-28:22-grc
καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
s-333
Septuagint-Genesis-29:1-grc
καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,
s-334
Septuagint-Genesis-29:2-grc
καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,
καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
s-335
Septuagint-Genesis-29:3-grc
καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
εἶπεν δὲ αὐτοῖς Ἰακώβ, ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαρρὰν ἐσμέν.
s-336
Septuagint-Genesis-29:4-grc
εἶπεν δὲ αὐτοῖς Ἰακώβ, ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαρρὰν ἐσμέν.
εἶπεν δὲ αὐτοῖς, γινώσκετε Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν.
s-337
Septuagint-Genesis-29:5-grc
εἶπεν δὲ αὐτοῖς, γινώσκετε Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν.
εἶπεν δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει. καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
s-338
Septuagint-Genesis-29:6-grc
εἶπεν δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει. καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
καὶ εἶπεν Ἰακώβ, ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
s-339
Septuagint-Genesis-29:7-grc
καὶ εἶπεν Ἰακώβ, ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.
οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
s-340
Septuagint-Genesis-29:8-grc
οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
s-341
Septuagint-Genesis-29:9-grc
ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ῥαχὴλ ἡ θυγάτηρ Λαβὰν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
ἐγένετο δὲ ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
s-342
Septuagint-Genesis-29:10-grc
ἐγένετο δὲ ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ θυγατέρα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβὰν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβὰν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν.
s-343
Septuagint-Genesis-29:11-grc
καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν.
καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστίν, καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
s-344
Septuagint-Genesis-29:12-grc
καὶ ἀνήγγειλεν τῇ Ῥαχὴλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστίν, καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
ἐγένετο δὲ ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους.
s-345
Septuagint-Genesis-29:13-grc
ἐγένετο δὲ ὡς ἤκουσεν Λαβὰν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λαβὰν πάντας τοὺς λόγους τούτους.
καὶ εἶπεν αὐτῷ Λαβάν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
s-346
Septuagint-Genesis-29:14-grc
καὶ εἶπεν αὐτῷ Λαβάν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστιν.
s-347
Septuagint-Genesis-29:15-grc
εἶπεν δὲ Λαβὰν τῷ Ἰακώβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστιν.
τῷ δὲ Λαβὰν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ·
s-348
Septuagint-Genesis-29:16-grc
τῷ δὲ Λαβὰν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ·
οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει.
s-349
Septuagint-Genesis-29:17-grc
οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει.
ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχὴλ καὶ εἶπεν, δουλεύσω σοί ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
s-350
Septuagint-Genesis-29:18-grc
ἠγάπησεν δὲ Ἰακὼβ τὴν Ῥαχὴλ καὶ εἶπεν, δουλεύσω σοί ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
εἶπεν δὲ αὐτῷ Λαβάν, βέλτιον δοῦναί με αὐτὴν σοί ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.
s-351
Septuagint-Genesis-29:19-grc
εἶπεν δὲ αὐτῷ Λαβάν, βέλτιον δοῦναί με αὐτὴν σοί ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.
καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἔτη ἑπτά, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν—
s-352
Septuagint-Genesis-29:20-grc
καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἔτη ἑπτά, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν—
εἶπεν δὲ Ἰακὼβ πρὸς Λαβάν, ἀπόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν.
s-353
Septuagint-Genesis-29:21-grc
εἶπεν δὲ Ἰακὼβ πρὸς Λαβάν, ἀπόδος τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν.
συνήγαγεν δὲ Λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.
s-354
Septuagint-Genesis-29:22-grc
συνήγαγεν δὲ Λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.
καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβὰν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ.
s-355
Septuagint-Genesis-29:23-grc
καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβὰν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ.
ἔδωκεν δὲ Λαβὰν Λεία τῇ θυγατρὶ αὐτοῦ Ζέλφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
s-356
Septuagint-Genesis-29:24-grc
ἔδωκεν δὲ Λαβὰν Λεία τῇ θυγατρὶ αὐτοῦ Ζέλφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεία. εἶπεν δὲ Ἰακώβ, τῷ Λαβὰν τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ Σοὶ; καὶ ἵνα τί παρελογίσω με;
s-357
Septuagint-Genesis-29:25-grc
ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ ἦν Λεία. εἶπεν δὲ Ἰακώβ, τῷ Λαβὰν τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ Σοὶ; καὶ ἵνα τί παρελογίσω με;
εἶπεν δὲ Λαβάν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·
s-358
Septuagint-Genesis-29:26-grc
εἶπεν δὲ Λαβάν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·
συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοί καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα.
s-359
Septuagint-Genesis-29:27-grc
συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοί καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα.
ἐποίησεν δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λαβὰν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
s-360
Septuagint-Genesis-29:28-grc
ἐποίησεν δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λαβὰν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
s-361
Septuagint-Genesis-29:29-grc
ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.
καὶ εἰσῆλθεν πρὸς Ῥαχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
s-362
Septuagint-Genesis-29:30-grc
καὶ εἰσῆλθεν πρὸς Ῥαχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.
s-363
Septuagint-Genesis-29:31-grc
ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.
καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα, διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν με ἀγαπήσει ὁ ἀνήρ μου.
s-364
Septuagint-Genesis-29:32-grc
καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα, διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν με ἀγαπήσει ὁ ἀνήρ μου.
καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν, ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι καὶ προσέδωκέν μοι καὶ τοῦτον· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεών.
s-365
Septuagint-Genesis-29:33-grc
καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν, ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι καὶ προσέδωκέν μοι καὶ τοῦτον· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεών.
καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευί.
s-366
Septuagint-Genesis-29:34-grc
καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευί.
καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰούδα. καὶ ἔστη τοῦ τίκτειν.
s-367
Septuagint-Genesis-29:35-grc
καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰούδα. καὶ ἔστη τοῦ τίκτειν.
ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ἰακώβ, δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
s-368
Septuagint-Genesis-30:1-grc
ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ἰακώβ, δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ, μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σὲ καρπὸν κοιλίας;
s-369
Septuagint-Genesis-30:2-grc
ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ, μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σὲ καρπὸν κοιλίας;
εἶπεν δὲ Ῥαχὴλ τῷ Ἰακώβ, ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
s-370
Septuagint-Genesis-30:3-grc
εἶπεν δὲ Ῥαχὴλ τῷ Ἰακώβ, ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
καὶ ἔδωκεν αὐτῷ Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ.
s-371
Septuagint-Genesis-30:4-grc
καὶ ἔδωκεν αὐτῷ Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ.
καὶ συνέλαβεν Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.
s-372
Septuagint-Genesis-30:5-grc
καὶ συνέλαβεν Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.
καὶ εἶπεν Ῥαχήλ, ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν.
s-373
Septuagint-Genesis-30:6-grc
καὶ εἶπεν Ῥαχήλ, ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν.
καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
s-374
Septuagint-Genesis-30:7-grc
καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
καὶ εἶπεν Ῥαχὴλ συνελάβετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλί.
s-375
Septuagint-Genesis-30:8-grc
καὶ εἶπεν Ῥαχὴλ συνελάβετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλί.
εἶδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακώβ. γυναῖκα
s-376
Septuagint-Genesis-30:9-grc
εἶδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακώβ. γυναῖκα
εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακὼβ καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.
s-377
Septuagint-Genesis-30:10-grc
εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακὼβ καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν.
καὶ εἶπεν Λεία, ἐν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ.
s-378
Septuagint-Genesis-30:11-grc
καὶ εἶπεν Λεία, ἐν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ.
καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν δεύτερον.
s-379
Septuagint-Genesis-30:12-grc
καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν δεύτερον.
καὶ εἶπεν Λεία μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
s-380
Septuagint-Genesis-30:13-grc
καὶ εἶπεν Λεία μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ῥαχὴλ τῇ Λεία, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
s-381
Septuagint-Genesis-30:14-grc
ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ῥαχὴλ τῇ Λεία, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
εἶπεν δὲ Λεία, οὐχ ἱκανόν σοί ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ, οὐχ οὕτως· κοιμηθήτω μετὰ σου τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
s-382
Septuagint-Genesis-30:15-grc
εἶπεν δὲ Λεία, οὐχ ἱκανόν σοί ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ, οὐχ οὕτως· κοιμηθήτω μετὰ σου τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν, πρός με εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σὲ ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
s-383
Septuagint-Genesis-30:16-grc
εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν, πρός με εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σὲ ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
καὶ ἐπήκουσεν ὁ θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον.
s-384
Septuagint-Genesis-30:17-grc
καὶ ἐπήκουσεν ὁ θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον.
καὶ εἶπεν Λεία, ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός.
s-385
Septuagint-Genesis-30:18-grc
καὶ εἶπεν Λεία, ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός.
καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
s-386
Septuagint-Genesis-30:19-grc
καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
καὶ εἶπεν Λεία, δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
s-387
Septuagint-Genesis-30:20-grc
καὶ εἶπεν Λεία, δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δίνα.
s-388
Septuagint-Genesis-30:21-grc
καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δίνα.
ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
s-389
Septuagint-Genesis-30:22-grc
ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱόν. εἶπεν δὲ Ῥαχήλ, ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·
s-390
Septuagint-Genesis-30:23-grc
καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱόν. εἶπεν δὲ Ῥαχήλ, ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσήφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον.
s-391
Septuagint-Genesis-30:24-grc
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσήφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον.
ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λαβὰν ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
s-392
Septuagint-Genesis-30:25-grc
ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λαβὰν ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
s-393
Septuagint-Genesis-30:26-grc
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
εἶπεν δὲ αὐτῷ Λαβάν, εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
s-394
Septuagint-Genesis-30:27-grc
εἶπεν δὲ αὐτῷ Λαβάν, εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
s-395
Septuagint-Genesis-30:28-grc
διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
εἶπεν δὲ αὐτῷ Ἰακώβ, σὺ γινώσκεις ἃ δεδούλευκά σοί καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
s-396
Septuagint-Genesis-30:29-grc
εἶπεν δὲ αὐτῷ Ἰακώβ, σὺ γινώσκεις ἃ δεδούλευκά σοί καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
μικρὰ γὰρ ἦν ὅσα σοί ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ ηὐλόγησέν σὲ κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
s-397
Septuagint-Genesis-30:30-grc
μικρὰ γὰρ ἦν ὅσα σοί ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ ηὐλόγησέν σὲ κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
καὶ εἶπεν αὐτῷ Λαβάν, τί σοί δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ, οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
s-398
Septuagint-Genesis-30:31-grc
καὶ εἶπεν αὐτῷ Λαβάν, τί σοί δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ, οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
s-399
Septuagint-Genesis-30:32-grc
παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
s-400
Septuagint-Genesis-30:33-grc
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
Edit as list • Text view • Dependency trees