Sentence view

Universal Dependencies - Ancient_Greek - PTNK

LanguageAncient_Greek
ProjectPTNK
Corpus Parttest


showing 101 - 200 of 410 • previousnext


[1] tree
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ, Ἁβραάμ, Ἁβραάμ. δὲ εἶπεν, ἰδοὺ ἐγώ.
s-101
Septuagint-Genesis-22:11-grc
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ, Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ.
[2] tree
καὶ εἶπεν, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
s-102
Septuagint-Genesis-22:12-grc
καὶ εἶπεν, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
[3] tree
καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
s-103
Septuagint-Genesis-22:13-grc
καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
[4] tree
καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει κύριος ὤφθη.
s-104
Septuagint-Genesis-22:14-grc
καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει κύριος ὤφθη.
[5] tree
καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
s-105
Septuagint-Genesis-22:15-grc
καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
[6] tree
λέγων, κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
s-106
Septuagint-Genesis-22:16-17-grc
λέγων, κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. ἦ μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
[7] tree
καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
s-107
Septuagint-Genesis-22:18-grc
καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
[8] tree
ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.
s-108
Septuagint-Genesis-22:19-grc
ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.
[9] tree
ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες, ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὤξ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων καὶ τὸν Χασὰδ καὶ τὸν Ἀζαῦ καὶ τὸν Φαλδάς καὶ τὸν Ἰεδλὰφ καὶ τὸν Βαθουήλ·
s-109
Septuagint-Genesis-22:20-22-grc
ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες, ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὤξ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων καὶ τὸν Χασὰδ καὶ τὸν Ἀζαῦ καὶ τὸν Φαλδάς καὶ τὸν Ἰεδλὰφ καὶ τὸν Βαθουήλ·
[10] tree
καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
s-110
Septuagint-Genesis-22:23-grc
καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
[11] tree
καὶ παλλακὴ αὐτοῦ, ὄνομα Ῥεήμα, ἔτεκεν καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Γαάμ καὶ τὸν Τοχὸς καὶ τὸν Μωχά.
s-111
Septuagint-Genesis-22:24-grc
καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ῥεήμα, ἔτεκεν καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Γαάμ καὶ τὸν Τοχὸς καὶ τὸν Μωχά.
[12] tree
ἐγένετο δὲ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
s-112
Septuagint-Genesis-23:1-grc
ἐγένετο δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
[13] tree
καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶν Χεβρὼν) ἐν γῇ Χαναάν. ἦλθεν δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
s-113
Septuagint-Genesis-23:2-grc
καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶν Χεβρὼν) ἐν γῇ Χαναάν. ἦλθεν δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
[14] tree
καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χὲτ λέγων
s-114
Septuagint-Genesis-23:3-grc
καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χὲτ λέγων
[15] tree
πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
s-115
Septuagint-Genesis-23:4-grc
πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
[16] tree
ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες,
s-116
Septuagint-Genesis-23:5-grc
ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες,
[17] tree
μή, κύριε· ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σου τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
s-117
Septuagint-Genesis-23:6-grc
μή, κύριε· ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σου τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
[18] tree
ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χέτ,
s-118
Septuagint-Genesis-23:7-grc
ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χέτ,
[19] tree
καὶ ἐλάλησεν πρὸς αὐτοὺς Ἁβραὰμ λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
s-119
Septuagint-Genesis-23:8-grc
καὶ ἐλάλησεν πρὸς αὐτοὺς Ἁβραὰμ λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
[20] tree
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
s-120
Septuagint-Genesis-23:9-grc
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
[21] tree
Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων,
s-121
Septuagint-Genesis-23:10-grc
Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων,
[22] tree
παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοί δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
s-122
Septuagint-Genesis-23:11-grc
παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοί δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
[23] tree
καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
s-123
Septuagint-Genesis-23:12-grc
καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
[24] tree
καὶ εἶπεν τῷ Ἐφρὼν εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς, ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
s-124
Septuagint-Genesis-23:13-grc
καὶ εἶπεν τῷ Ἐφρὼν εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς, ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
[25] tree
ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἁβραὰμ λέγων,
s-125
Septuagint-Genesis-23:14-grc
ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἁβραὰμ λέγων,
[26] tree
οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σου τί ἄν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.
s-126
Septuagint-Genesis-23:15-grc
οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σου τί ἄν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.
[27] tree
καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
s-127
Septuagint-Genesis-23:16-grc
καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
[28] tree
καὶ ἔστη ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρῆ, ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ἦν ἐν τῷ ἀγρῷ, ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, τῷ Ἁβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
s-128
Septuagint-Genesis-23:17-18-grc
καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, τῷ Ἁβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
[29] tree
μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶν Χεβρὼν) ἐν τῇ γῇ Χαναάν.
s-129
Septuagint-Genesis-23:19-grc
μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶν Χεβρὼν) ἐν τῇ γῇ Χαναάν.
[30] tree
καὶ ἐκυρώθη ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
s-130
Septuagint-Genesis-23:20-grc
καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
[31] tree
καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Ἁβραὰμ κατὰ πάντα.
s-131
Septuagint-Genesis-24:1-grc
καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Ἁβραὰμ κατὰ πάντα.
[32] tree
καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
s-132
Septuagint-Genesis-24:2-grc
καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
[33] tree
καὶ ἐξορκιῶ σὲ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
s-133
Septuagint-Genesis-24:3-grc
καὶ ἐξορκιῶ σὲ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
[34] tree
ἀλλὰ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
s-134
Septuagint-Genesis-24:4-grc
ἀλλὰ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
[35] tree
εἶπεν δὲ πρὸς αὐτὸν παῖς, μήποτε οὐ βούλεται γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
s-135
Septuagint-Genesis-24:5-grc
εἶπεν δὲ πρὸς αὐτὸν ὁ παῖς, μήποτε οὐ βούλεται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
[36] tree
εἶπεν δὲ πρὸς αὐτόν, Ἁβραὰμ πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
s-136
Septuagint-Genesis-24:6-grc
εἶπεν δὲ πρὸς αὐτόν, Ἁβραὰμ πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
[37] tree
κύριος θεὸς τοῦ οὐρανοῦ καὶ θεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγενήθην, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων, σοί δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
s-137
Septuagint-Genesis-24:7-grc
κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγενήθην, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων, σοί δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
[38] tree
ἐὰν δὲ μὴ θέλῃ γυνὴ πορευθῆναι μετὰ σου εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
s-138
Septuagint-Genesis-24:8-grc
ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σου εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
[39] tree
καὶ ἔθηκεν παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου,
s-139
Septuagint-Genesis-24:9-grc
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου,
[40] tree
καὶ ἔλαβεν παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
s-140
Septuagint-Genesis-24:10-grc
καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
[41] tree
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
s-141
Septuagint-Genesis-24:11-grc
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
[42] tree
καὶ εἶπεν κύριε θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
s-142
Septuagint-Genesis-24:12-grc
καὶ εἶπεν κύριε ὁ θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
[43] tree
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
s-143
Septuagint-Genesis-24:13-grc
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
[44] tree
καὶ ἔσται παρθένος, ἄν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἄν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
s-144
Septuagint-Genesis-24:14-grc
καὶ ἔσται ἡ παρθένος, ᾗ ἄν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἄν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
[45] tree
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τεχθεῖσα Βαθουὴλ υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχὼρ ἀδελφοῦ δὲ Ἁβραὰμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
s-145
Septuagint-Genesis-24:15-grc
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχὼρ ἀδελφοῦ δὲ Ἁβραὰμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
[46] tree
δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη.
s-146
Septuagint-Genesis-24:16-grc
ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη.
[47] tree
ἐπέδραμεν δὲ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
s-147
Septuagint-Genesis-24:17-grc
ἐπέδραμεν δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
[48] tree
δὲ εἶπεν, πίε, κύριε. καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν,
s-148
Septuagint-Genesis-24:18-grc
ἡ δὲ εἶπεν, πίε, κύριε. καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν,
[49] tree
ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἄν πᾶσαι πίωσιν.
s-149
Septuagint-Genesis-24:19-grc
ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἄν πᾶσαι πίωσιν.
[50] tree
καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
s-150
Septuagint-Genesis-24:20-grc
καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
[51] tree
δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ οὔ.
s-151
Septuagint-Genesis-24:21-grc
ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
[52] tree
ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
s-152
Septuagint-Genesis-24:22-grc
ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
[53] tree
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν, θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;
s-153
Septuagint-Genesis-24:23-grc
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν, θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;
[54] tree
καὶ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουὴλ εἰμὶ ἐγὼ τοῦ Μελχάς, ὃν ἔτεκεν τῷ Ναχώρ.
s-154
Septuagint-Genesis-24:24-grc
καὶ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουὴλ εἰμὶ ἐγὼ τοῦ Μελχάς, ὃν ἔτεκεν τῷ Ναχώρ.
[55] tree
καὶ εἶπεν αὐτῷ, καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
s-155
Septuagint-Genesis-24:25-grc
καὶ εἶπεν αὐτῷ, καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
[56] tree
καὶ εὐδοκήσας ἄνθρωπος προσεκύνησεν κυρίῳ
s-156
Septuagint-Genesis-24:26-grc
καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ
[57] tree
καὶ εἶπεν, εὐλογητὸς κύριος θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
s-157
Septuagint-Genesis-24:27-grc
καὶ εἶπεν, εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
[58] tree
καὶ δραμοῦσα παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
s-158
Septuagint-Genesis-24:28-grc
καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
[59] tree
τῇ δὲ Ῥεβέκκα ἀδελφὸς ἦν, ὄνομα Λαβάν· καὶ ἔδραμεν Λαβὰν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
s-159
Septuagint-Genesis-24:29-grc
τῇ δὲ Ῥεβέκκα ἀδελφὸς ἦν, ᾧ ὄνομα Λαβάν· καὶ ἔδραμεν Λαβὰν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
[60] tree
καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης, οὕτως λελάληκέν μοι ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
s-160
Septuagint-Genesis-24:30-grc
καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης, οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος, καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
[61] tree
καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
s-161
Septuagint-Genesis-24:31-grc
καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
[62] tree
εἰσῆλθεν δὲ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσίν αὐτοῦ καὶ τοῖς ποσίν τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
s-162
Septuagint-Genesis-24:32-grc
εἰσῆλθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσίν αὐτοῦ καὶ τοῖς ποσίν τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
[63] tree
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν, οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν λάλησον.
s-163
Septuagint-Genesis-24:33-grc
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν, οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν λάλησον.
[64] tree
καὶ εἶπεν, παῖς Ἁβραὰμ ἐγώ εἰμι.
s-164
Septuagint-Genesis-24:34-grc
καὶ εἶπεν, παῖς Ἁβραὰμ ἐγώ εἰμι.
[65] tree
κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
s-165
Septuagint-Genesis-24:35-grc
κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
[66] tree
καὶ ἔτεκεν Σάρρα γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
s-166
Septuagint-Genesis-24:36-grc
καὶ ἔτεκεν Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
[67] tree
καὶ ὥρκισέν με κύριός μου λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
s-167
Septuagint-Genesis-24:37-grc
καὶ ὥρκισέν με ὁ κύριός μου λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
[68] tree
ἀλλ᾿ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
s-168
Septuagint-Genesis-24:38-grc
ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
[69] tree
εἶπα δὲ τῷ κυρίῳ μου, μήποτε οὐ πορεύσεται γυνὴ μετ᾿ ἐμοῦ.
s-169
Septuagint-Genesis-24:39-grc
εἶπα δὲ τῷ κυρίῳ μου, μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
[70] tree
καὶ εἶπέν μοι κύριος, εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σου καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
s-170
Septuagint-Genesis-24:40-grc
καὶ εἶπέν μοι κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σου καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
[71] tree
τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοί δῶσιν, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
s-171
Septuagint-Genesis-24:41-grc
τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοί δῶσιν, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
[72] tree
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, κύριε θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν νῦν ἐγὼ πορεύομαι ἐπ᾿ αὐτήν,
s-172
Septuagint-Genesis-24:42-grc
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, κύριε ὁ θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν νῦν ἐγὼ πορεύομαι ἐπ᾿ αὐτήν,
[73] tree
ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ, καὶ ἔσται παρθένος, ἄν ἐγὼ εἴπω, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,
s-173
Septuagint-Genesis-24:43-grc
ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἄν ἐγὼ εἴπω, πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,
[74] tree
καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
s-174
Septuagint-Genesis-24:44-grc
καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
[75] tree
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ, πότισόν με.
s-175
Septuagint-Genesis-24:45-grc
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ, πότισόν με.
[76] tree
καὶ σπεύσασα καθεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπεν, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.
s-176
Septuagint-Genesis-24:46-grc
καὶ σπεύσασα καθεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπεν, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.
[77] tree
καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα, τίνος εἶ θυγάτηρ δὲ ἔφη θυγάτηρ; Βαθουὴλ εἰμὶ τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς·
s-177
Septuagint-Genesis-24:47-grc
καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα, τίνος εἶ θυγάτηρ ἡ δὲ ἔφη θυγάτηρ; Βαθουὴλ εἰμὶ τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς·
[78] tree
καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
s-178
Septuagint-Genesis-24:48-grc
καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
[79] tree
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατε μοι, εἰ δὲ μή, ἀπαγγείλατε μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν εἰς ἀριστεράν.
s-179
Septuagint-Genesis-24:49-grc
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατε μοι, εἰ δὲ μή, ἀπαγγείλατε μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν.
[80] tree
ἀποκριθεὶς δὲ Λαβὰν καὶ Βαθουὴλ εἶπαν, παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοί ἀντειπεῖν κακὸν καλῷ.
s-180
Septuagint-Genesis-24:50-grc
ἀποκριθεὶς δὲ Λαβὰν καὶ Βαθουὴλ εἶπαν, παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοί ἀντειπεῖν κακὸν καλῷ.
[81] tree
ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε, καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησεν κύριος.
s-181
Septuagint-Genesis-24:51-grc
ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε, καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησεν κύριος.
[82] tree
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν Ἁβραὰμ τῶν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.
s-182
Septuagint-Genesis-24:52-grc
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν Ἁβραὰμ τῶν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.
[83] tree
καὶ ἐξενέγκας παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ῥεβέκκα καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
s-183
Septuagint-Genesis-24:53-grc
καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ῥεβέκκα καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
[84] tree
καὶ ἔφαγον καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωῒ εἶπεν, ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
s-184
Septuagint-Genesis-24:54-grc
καὶ ἔφαγον καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωῒ εἶπεν, ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
[85] tree
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ μήτηρ, μεινάτω παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταῦτα ἀπελεύσεται.
s-185
Septuagint-Genesis-24:55-grc
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ, μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταῦτα ἀπελεύσεται.
[86] tree
δὲ εἶπεν πρὸς αὐτούς, μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
s-186
Septuagint-Genesis-24:56-grc
ὁ δὲ εἶπεν πρὸς αὐτούς, μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
[87] tree
οἱ δὲ εἶπαν, καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
s-187
Septuagint-Genesis-24:57-grc
οἱ δὲ εἶπαν, καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
[88] tree
καὶ ἐκάλεσαν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ, πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; δὲ εἶπεν, πορεύσομαι.
s-188
Septuagint-Genesis-24:58-grc
καὶ ἐκάλεσαν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ, πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπεν, πορεύσομαι.
[89] tree
καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
s-189
Septuagint-Genesis-24:59-grc
καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
[90] tree
καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
s-190
Septuagint-Genesis-24:60-grc
καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
[91] tree
ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
s-191
Septuagint-Genesis-24:61-grc
ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
[92] tree
Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
s-192
Septuagint-Genesis-24:62-grc
Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
[93] tree
καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν καμήλους ἐρχομένας.
s-193
Septuagint-Genesis-24:63-grc
καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν καμήλους ἐρχομένας.
[94] tree
καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
s-194
Septuagint-Genesis-24:64-grc
καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
[95] tree
καὶ εἶπεν τῷ παιδί, τίς ἐστιν ἄνθρωπος ἐκεῖνος πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ παῖς, οὗτός ἐστιν κύριός μου. δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
s-195
Septuagint-Genesis-24:65-grc
καὶ εἶπεν τῷ παιδί, τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ ὁ παῖς, οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
[96] tree
καὶ διηγήσατο παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἐποίησεν.
s-196
Septuagint-Genesis-24:66-grc
καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἃ ἐποίησεν.
[97] tree
εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
s-197
Septuagint-Genesis-24:67-grc
εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.
[98] tree
προσθέμενος δὲ Ἁβραὰμ ἔλαβεν γυναῖκα, ὄνομα Χεττούρα.
s-198
Septuagint-Genesis-25:1-grc
προσθέμενος δὲ Ἁβραὰμ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Χεττούρα.
[99] tree
ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμράν καὶ τὸν Ἰεξάν, καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβόκ καὶ τὸν Σωύε.
s-199
Septuagint-Genesis-25:2-grc
ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμράν καὶ τὸν Ἰεξάν, καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβόκ καὶ τὸν Σωύε.
[100] tree
Ἰεξὰν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδὰν υἱοὶ δὲ Δαιδάν· ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεήλ καὶ Ἀσσουριίμ καὶ Λατουσιίμ καὶ Λοωμίμ. υἱοὶ δὲ Μαδιάμ· Γαιφὰ καὶ Ἀφέρ καὶ Ἐνὼχ καὶ Ἀβιρά καὶ Ἐλραγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
s-200
Septuagint-Genesis-25:3-4-grc
Ἰεξὰν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδὰν υἱοὶ δὲ Δαιδάν· ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεήλ καὶ Ἀσσουριίμ καὶ Λατουσιίμ καὶ Λοωμίμ. υἱοὶ δὲ Μαδιάμ· Γαιφὰ καὶ Ἀφέρ καὶ Ἐνὼχ καὶ Ἀβιρά καὶ Ἐλραγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.

Edit as listText viewDependency trees