Sentence view
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|---|
Project | PROIEL |
Corpus Part | test |
showing 601 - 700 of 1047 • previous • next
[1]
tree
s-601
20504
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον
[2]
tree
s-602
20505
κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ
[3]
tree
s-603
48366
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου
[4]
tree
s-604
48367
τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς
[5]
tree
s-605
20507
πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου ἀδελφέ ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων
[6]
tree
s-606
20509
ὑποκριτά ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν
[7]
tree
s-607
20510
οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
[8]
tree
s-608
20511
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται
[9]
tree
s-609
20512
οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν
[10]
tree
s-610
20513
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν
[11]
tree
s-611
20514
ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ
[12]
tree
s-612
20515
Τί δέ με καλεῖτε κύριε κύριε καὶ οὐ ποιεῖτε ἃ λέγω
[13]
tree
s-613
20516
πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
[14]
tree
s-614
20517
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν
[15]
tree
s-615
20518
πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν
[16]
tree
s-616
48371
ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου ᾗ προσέρηξεν ὁ ποταμός
[17]
tree
s-617
48372
καὶ εὐθὺς συνέπεσεν
[18]
tree
s-618
48373
καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα
[19]
tree
s-619
21214
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς
[20]
tree
s-620
21215
ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ
[21]
tree
s-621
21216
καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ
[22]
tree
s-622
21217
τί τοῦτο ἀκούω περὶ σοῦ
[23]
tree
s-623
21218
ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου
[24]
tree
s-624
21219
οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν
[25]
tree
s-625
21220
εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος
[26]
tree
s-626
21221
τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ
[27]
tree
s-627
48499
σκάπτειν οὐκ ἰσχύω
[28]
tree
s-628
48500
ἐπαιτεῖν αἰσχύνομαι
[29]
tree
s-629
21223
ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν
[30]
tree
s-630
21224
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ
[31]
tree
s-631
21225
πόσον ὀφείλεις τῷ κυρίῳ μου
[32]
tree
s-632
21226
ὁ δὲ εἶπεν
[33]
tree
s-633
21227
ἑκατὸν βάτους ἐλαίου
[34]
tree
s-634
21228
ὁ δὲ εἶπεν αὐτῷ
[35]
tree
s-635
21229
δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα
[36]
tree
s-636
21230
ἔπειτα ἑτέρῳ εἶπεν
[37]
tree
s-637
21231
σὺ δὲ πόσον ὀφείλεις
[38]
tree
s-638
21232
ὁ δὲ εἶπεν
[39]
tree
s-639
21233
ἑκατὸν κόρους σίτου
[40]
tree
s-640
21234
λέγει αὐτῷ
[41]
tree
s-641
21235
δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα
[42]
tree
s-642
21236
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν
[43]
tree
s-643
21237
ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν
[44]
tree
s-644
48501
καὶ ἐγὼ ὑμῖν λέγω
[45]
tree
s-645
48502
ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
[46]
tree
s-646
21239
ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν
[47]
tree
s-647
21240
εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει
[48]
tree
s-648
21241
καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε τὸ ὑμέτερον τίς δώσει ὑμῖν
[49]
tree
s-649
21242
οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν
[50]
tree
s-650
21243
ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει
[51]
tree
s-651
21244
οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
[52]
tree
s-652
21245
Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν
[53]
tree
s-653
21246
καὶ εἶπεν αὐτοῖς
[54]
tree
s-654
48503
ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων
[55]
tree
s-655
48504
ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν
[56]
tree
s-656
21248
ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ
[57]
tree
s-657
21249
ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου
[58]
tree
s-658
21250
ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται
[59]
tree
s-659
21251
εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν
[60]
tree
s-660
21252
πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει
[61]
tree
s-661
21253
Ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς
[62]
tree
s-662
21254
πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου
[63]
tree
s-663
21255
ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ
[64]
tree
s-664
21256
ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ
[65]
tree
s-665
21257
ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη
[66]
tree
s-666
21258
καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
[67]
tree
s-667
21259
καὶ αὐτὸς φωνήσας εἶπεν
[68]
tree
s-668
21260
πάτερ Ἀβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
[69]
tree
s-669
21261
εἶπεν δὲ Ἀβραάμ
[70]
tree
s-670
21262
τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά
[71]
tree
s-671
48505
νῦν δὲ ὧδε παρακαλεῖται
[72]
tree
s-672
48506
σὺ δὲ ὀδυνᾶσαι
[73]
tree
s-673
21264
καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
[74]
tree
s-674
21265
εἶπεν δέ
[75]
tree
s-675
21266
ἐρωτῶ οὖν σε πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
[76]
tree
s-676
21268
λέγει δὲ αὐτῷ Ἀβραάμ
[77]
tree
s-677
21269
ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας
[78]
tree
s-678
21270
ἀκουσάτωσαν αὐτῶν
[79]
tree
s-679
21271
ὁ δὲ εἶπεν
[80]
tree
s-680
21272
οὐχί πάτερ Ἀβραάμ ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς μετανοήσουσιν
[81]
tree
s-681
21273
εἶπεν δὲ αὐτῷ
[82]
tree
s-682
21274
εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται
[83]
tree
s-683
22211
Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος
[84]
tree
s-684
22212
ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων
[85]
tree
s-685
22213
ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ
[86]
tree
s-686
22214
ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων
[87]
tree
s-687
22215
ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον
[88]
tree
s-688
22216
πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι
[89]
tree
s-689
22217
τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν
[90]
tree
s-690
22218
αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν
[91]
tree
s-691
48649
ἀποκρίνεται αὐτῷ ὁ Φίλιππος
[92]
tree
s-692
48650
διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ
[93]
tree
s-693
22220
λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου
[94]
tree
s-694
22221
ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια
[95]
tree
s-695
22222
ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους
[96]
tree
s-696
22223
εἶπεν ὁ Ἰησοῦς
[97]
tree
s-697
22224
ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν
[98]
tree
s-698
22225
ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ
[99]
tree
s-699
22226
ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι
[100]
tree
s-700
22227
ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαρίστησεν καὶ ἔδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον