Sentence view
Universal Dependencies - Ancient_Greek - PROIEL
Language | Ancient_Greek |
---|
Project | PROIEL |
---|
Corpus Part | test |
---|
showing 201 - 300 of 1047 • previous • next
ταῦτα δὲ οὗτοι λέγουσι
s-201
70088
ταῦτα δὲ οὗτοι λέγουσι
μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε
s-202
70089
μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε
Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ
s-203
81952

τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη
s-204
70090

εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν ἐπ’ ὁ δὲ ἐστάλη ἐποίεε εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε οὐδ’ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη
s-205
70091

οἱ δ’ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν
s-206
70092

ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται καὶ πάρεστι ὁκοτέροισί τις πείθεται αὐτῶν τούτοισι προσχωρέειν
s-207
70094

συνέπλεον δὲ Δωριέι καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων
s-208
70095

οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων
s-209
70096

μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος
s-210
70097
μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος
συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω
s-211
70098

μετὰ δὲ ὡς τοῦτον κατεῖλε αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον
s-212
70099
μετὰ δὲ ὡς τοῦτον κατεῖλε αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον
οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν
s-213
70100
οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν
συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος ὁ Βουτακίδεω Κροτωνιήτης ἀνήρ ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος
s-214
70101

ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην
s-215
81954
ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην
ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατ’ ἑωυτόν
s-216
81953

διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος
s-217
70102
διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος
ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται
s-218
70103
ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται
Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε
s-219
70104
Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε
εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ ἐβασίλευσε ἂν Λακεδαίμονος
s-220
70105
εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ ἐβασίλευσε ἂν Λακεδαίμονος
οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε ὁ Κλεομένης ἀλλ’ ἀπέθανε ἄπαις θυγατέρα μούνην λιπών τῇ οὔνομα ἦν Γοργώ
s-221
70106

ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν
s-222
70107
ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν
τῷ δὴ ἐς λόγους ἤιε ὡς Λακεδαιμόνιοι λέγουσι ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες
s-223
70108

ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε
s-224
70109
ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε
Κλεόμενες σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος
s-225
70110
Κλεόμενες σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος
τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα
s-226
70111
τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα
Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν
s-227
70112
Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν
ἔτι δὲ τῶν λοιπῶν ὑμῖν ὅσῳ προέστατε τῆς Ἑλλάδος
s-228
82216
ἔτι δὲ τῶν λοιπῶν ὑμῖν ὅσῳ προέστατε τῆς Ἑλλάδος
νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας
s-229
70113
νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας
εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί
s-230
70114
εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί
οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε τόξα καὶ αἰχμὴ βραχέα
s-231
70115

ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι
s-232
70116
ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι
οὕτω εὐπετέες χειρωθῆναι εἰσί
s-233
70117
οὕτω εὐπετέες χειρωθῆναι εἰσί
τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε
s-234
70119
τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε
κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες
s-235
70120

δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην
s-236
70121
δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην
Λυδῶν δέ ἔφη λέγων ὁ Ἀρισταγόρης οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι
s-237
70122

Φρυγῶν δὲ ἔχονται Καππαδόκαι τοὺς ἡμεῖς Συρίους καλέομεν
s-238
70123
Φρυγῶν δὲ ἔχονται Καππαδόκαι τοὺς ἡμεῖς Συρίους καλέομεν
τούτοισι δὲ πρόσουροι Κίλικες κατήκοντες ἐπὶ θάλασσαν τήνδε ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται
s-239
70124
τούτοισι δὲ πρόσουροι Κίλικες κατήκοντες ἐπὶ θάλασσαν τήνδε ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται
οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι
s-240
70125
οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι
Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε καὶ οὗτοι ἐόντες πολυπρόβατοι
s-241
70126
Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε καὶ οὗτοι ἐόντες πολυπρόβατοι
Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες
s-242
82221
Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες
ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί
s-243
70127

ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε
s-244
70128
ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε
ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν
s-245
70129

παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως ἄλλο τι αἱρήσεσθε
s-246
70130
παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως ἄλλο τι αἱρήσεσθε
Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε
s-247
70131
Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε
Κλεομένης δὲ ἀμείβετο τοῖσιδε
s-248
82222
Κλεομένης δὲ ἀμείβετο τοῖσιδε
ὦ ξεῖνε Μιλήσιε ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι
s-249
70132
ὦ ξεῖνε Μιλήσιε ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι
βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι
s-250
70609
βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι
ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν
s-251
70610
ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν
οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο
s-252
83404
οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο
καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν
s-253
70611
καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν
πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν
s-254
70612
πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν
μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες
s-255
70613
μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες
πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης
s-256
70614

σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω
s-257
70615
σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω
τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς
s-258
70616
τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς
οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν
s-259
70617
οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν
Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων τραπόμενος ἐς τὸν Προποντίδα εἷλε Κίον τὴν Μυσίην
s-260
70618

ταύτην δὲ ἐξελών ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν
s-261
70619

αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι
s-262
70620
αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι
οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε
s-263
70621
οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε
Ἀρταφρένης δὲ ὁ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης ὁ τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι
s-264
83406

Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι Αἰολέων δὲ Κύμην
s-265
70622
Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι Αἰολέων δὲ Κύμην
ἁλισκομενέων δὲ τῶν πολίων ἦν γὰρ ὡς διέδεξε Ἀρισταγόρης ὁ Μιλήσιος ψυχὴν οὐκ ἄκρος ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρέων ταῦτα
s-266
70623

πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι
s-267
70624
πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι
ταῦτα ἐπειρώτα ὁ Ἀρισταγόρης
s-268
70626
ταῦτα ἐπειρώτα ὁ Ἀρισταγόρης
Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου ἀνδρὸς λογοποιοῦ τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε ἡ γνώμη ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου
s-269
70627

ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον
s-270
70628
ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον
ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε
s-271
70629
ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε
αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν
s-272
83407
αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν
τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ
s-273
70630
τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ
αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη
s-274
83408
αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη
ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ ὁ στρατὸς αὐτοῦ πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι
s-275
70631

ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο
s-276
70682
ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο
μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο
s-277
70683
μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο
ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε
s-278
83463
ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε
ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα ἄνδρες Ἴωνες ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι καὶ τούτοισι ὡς δρηπέτῃσι
s-279
70684

νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται
s-280
70685
νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται
οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι
s-281
89049
οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι
εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέι τῆς ἀποστάσιος
s-282
70686

ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε
s-283
70687
ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε
καὶ ὑμῖν ἐγώ θεῶν τὰ ἴσα νεμόντων ὑποδέκομαι ἢ οὐ συμμίξειν τοὺς πολεμίους ἢ συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι
s-284
70688

ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ
s-285
70689
ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ
ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δι’ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ’ ἀγκυρέων παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι’ ἡμέρης
s-286
70690

μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον
s-287
70691
μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον
τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ ἔλεξαν πρὸς ἑωυτοὺς τάδε
s-288
70692

τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν
s-289
70693
τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν
ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι πολλοὶ δὲ ἐπίδοξοι τὸ αὐτὸ τοῦτο πείσεσθαι εἰσί πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι
s-290
70695

φέρετε τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ
s-291
70696
φέρετε τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ
ταῦτα ἔλεξαν καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε ἀλλ’ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ’ ἀναπειρᾶσθαι
s-292
70697

μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρ’ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους
s-293
70698

ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι
s-294
83464
ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι
προφάσιος ὦν ἐπιλαβόμενοι ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια
s-295
70700

ὁ δὲ Αἰάκης παρ’ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος
s-296
70701
ὁ δὲ Αἰάκης παρ’ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος
τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοὺ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι
s-297
83466

τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας
s-298
70702
τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας
ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι τὸ ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵτινες τῶν Ἰώνων ἐγίνοντο ἄνδρες κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ
s-299
70703

ἀλλήλους γὰρ καταιτιῶνται
s-300
70704
ἀλλήλους γὰρ καταιτιῶνται
Edit as list • Text view • Dependency trees