grc-proiel-test

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

indexsentence 7 - 17 < sentence 18 - 28 > sentence 29 - 39

τοῦτον τὸν Ἀρίονα λέγουσι τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι χρήματα μὲν σφι προϊέντα ψυχὴν δὲ παραιτεόμενον οὔκων δὴ πείθειν αὐτὸν τούτοισι ἀλλὰ κελεύειν τοὺς πορθμέας αὐτὸν διαχρᾶσθαί μιν ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι ἐπειδή σφι οὕτω δοκέοι περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον

Download XMLDownload textSentence viewDependency trees