grc-proiel-test

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα πυθόμενον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον πέμψαντα ἄγγελον κατειπεῖν ὅκως ἄν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι Ἀλυάττης δέ ὡς οἱ ταῦτα ἐξαγγέλθη αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν μηχανᾶται τοιάδε

Download XMLDownload textSentence viewDependency trees