grc-perseus-train-tlg0085.tlg001.perseus-grc2.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως στόλον ἡμέτερον νάιον ἀρθέντ̓ ἀπὸ προστομίων λεπτοψαμάθων Νείλου. ἀρσενοπληθῆ δ̓ ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, πρὶν πόδα χέρσῳ τῆδ̓ ἐν ἀσώδει θεῖναι, ξὺν ὄχῳ ταχυήρει πέμψατε πόντονδ̓· ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ̓ ὀμβροφόροισίν τ̓ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες, ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδ̓ ἀεκόντων ἐπιβῆναι. ἐπωνυμίᾳ δ̓ ἐπεκραίνετο μόρσιμος αἰὼν εὐλόγως, Ἔπαφόν τ̓ ἐγέννασεν· γνώσεται δὲ λόγους τις ἐν μάκει. ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών·

Download XMLDownload textSentence viewDependency trees