grc-perseus-train-tlg0013.tlg002.perseus-grc1.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

Δήμητῤ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ̓ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις ἄνθεά τ̓ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ̓ ἴα καλὰ λειμῶν̓ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ̓ ὑάκινθον νάρκισσόν θ̓, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, θαυμαστὸν γανόωντα· τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· κὦζ̓ ἥδιστ̓ ὀδμή, πᾶς τ̓ οὐρανὸς εὐρὺς ὕπερθεν γαῖά τε πᾶσ̓ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. δ̓ ἄρα θαμβήσασ̓ ὠρέξατο χερσὶν ἅμ̓ ἄμφω καλὸν ἄθυρμα λαβεῖν· ἁρπάξας δ̓ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγ̓ ὀλοφυρομένην· ἰάχησε δ̓ ἄῤ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.

Download XMLDownload textSentence viewDependency trees