grc-perseus-train-tlg0011.tlg005.perseus-grc2.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν̓ ἔξεστί σοι παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ̓ ἀεί. πρὶν οὖν τιν̓ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν· φίλτατ̓ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς. ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ̓ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ̓ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει. τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. ἐγὼ γὰρ ἡνίχ̓ ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ̓ ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ̓ Φοῖβος ὧν πεύσει τάχα·

Download XMLDownload textSentence viewDependency trees