grc-perseus-train-tlg0011.tlg004.perseus-grc1.tb
Universal Dependencies - Ancient Greek - Perseus
Language | Ancient Greek |
---|
Project | Perseus |
---|
Corpus Part | train |
---|
Annotation | Celano, Giuseppe G. A.; Zeman, Daniel |
---|
View options
Tags:
Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
ἁγὼ δικαιῶν μὴ παῤ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ̓ ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. ἀλλ̓ ὦ γεραιέ, φράζ̓, ἐπεὶ πρέπων ἔφυς πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, δείσαντες ἢ στέρξαντες; δυσάλγητος γὰρ ἂν εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. τὸ δ̓ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ̓ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. ἐν δ̓ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ̓ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ̓ Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ̓ ἐγὼ οὐ δ̓ οἵδε παῖδες ἑζόμεσθ̓ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
Download XML • Download text
• Sentence view • Dependency trees