grc-perseus-train-tlg0011.tlg003.perseus-grc1.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

ἀεὶ μέν, παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν̓ ἐχθρῶν ἁρπάσαι θηρώμενον· ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους. καὶ νῦν ἐπέγνως εὖ μ̓ ἐπ̓ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ̓, Αἴαντι τῷ σακεσφόρῳ· κεῖνον γάρ, οὐδέν̓ ἄλλον, ἰχνεύω πάλαι. νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε· ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ̓ ἀλώμεθα·

Download XMLDownload textSentence viewDependency trees