grc-perseus-train-tlg0011.tlg002.perseus-grc2.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

καὶ νῦν τί τοῦτ̓ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων οὔθ̓ ἡδὺς οὔ τ̓ ἀλγεινὸς ἵκετ̓ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ̓ ὑπέρτερον, οὔ τ̓ εὐτυχοῦσα μᾶλλον οὔ τ̓ ἀτωμένη. ᾔδη καλῶς, καί σ̓ ἐκτὸς αὐλείων πυλῶν τοῦδ̓ οὕνεκ̓ ἐξέπεμπον, ὡς μόνη κλύοις. δηλοῖς γάρ τι καλχαίνουσ̓ ἔπος.

Download XMLDownload textSentence viewDependency trees