grc-perseus-train-tlg0011.tlg001.perseus-grc2.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ. τοιόνδ̓ ἐγὼ μνηστῆρα προσδεδεγμένη δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην, πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε. ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων οὐκ ἂν διείποιμ̓· οὐ γὰρ οἶδ̓· ἀλλ̓ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας, ὅδ̓ ἂν λέγοι·

Download XMLDownload textSentence viewDependency trees