grc-perseus-dev-tlg0008.tlg001.perseus-grc1.12.tb

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Partdev
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Javascript seems to be turned off, or there was a communication error. Turn on Javascript for more display options.

index sentence 1 - 6 > sentence 7 - 17

Ἀνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ̓ ἄλλοι καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τἀπιτήδεἰ ἐμβαλεῖν, ὥστ̓ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα. κἀμοὶ δ̓ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ̓ ἐστὶν ἡδονή, πάντα συνεταράχθη.

Download XMLDownload textSentence viewDependency trees