Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 1 - 100 of 283 • previousnext

s-1 κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ̓ ἴθυνε θέμιστας τύνη·
s-2 ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.
s-3 τὴν μέν κεν ἐπαινέσσειε νοήσας, δ̓ ἐπιμωμητή·
s-4 διὰ δ̓ ἄνδιχα θυμὸν ἔχουσιν.
s-5 μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει, σχετλίη·
s-6 οὔτις τήν γε φιλεῖ βροτός, ἀλλ̓ ὑπ̓ ἀνάγκης ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
s-7 ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
s-8 ζηλοῖ δέ τε γείτονα γείτων εἰς ἄφενος σπεύδοντ̓·
s-9 ὤρη γάρ τ̓ ὀλίγη πέλεται νεικέων τ̓ ἀγορέων τε, ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
s-10 τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις κτήμασ̓ ἐπ̓ ἀλλοτρίοις·
s-11 ἀλλ̓ αὖθι διακρινώμεθα νεῖκος ἰθείῃσι δίκῃς, αἵ τ̓ ἐκ Διός εἰσιν ἄρισται.
s-12 ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ̓, ἀλλὰ τὰ πολλὰ ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
s-13 κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
s-14 ῥηιδίως γάρ κεν καὶ ἐπ̓ ἤματι ἐργάσσαιο, ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
s-15 αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα βοῶν δ̓ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
s-16 ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
s-17 τοὔνεκ̓ ἄῤ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
s-18 κρύψε δὲ πῦρ·
s-19 τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο ἔκλεψ̓ ἀνθρώποισι Διὸς πάρα μητιόεντος ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
s-20 τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·
s-21 τοῖς δ̓ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
s-22 ὣς ἔφατ̓·
s-23 ἐκ δ̓ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
s-24 Ἥφαιστον δ̓ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ̓ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον·
s-25 ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
s-26 ὣς ἔφαθ̓·
s-27 αὐτίκα δ̓ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
s-28 ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
s-29 αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον·
s-30 οὐ δ̓ Ἐπιμηθεὺς ἐφράσαθ̓, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ̓ ἀποπέμπειν ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
s-31 αὐτὰρ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ̓, ἐνόησεν.
s-32 Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ̓ ἀνθρώπων νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τ̓ ἀργαλέων, αἵ τ̓ ἀνδράσι Κῆρας ἔδωκαν.
s-33 ἀνθρώποισι δ̓ ἐμήσατο κήδεα λυγρά.
s-34 εἰ δ̓ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω εὖ καὶ ἐπισταμένως·
s-35 σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
s-36 χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ̓ ἔχοντες.
s-37 θνῇσκον δ̓ ὥσθ̓ ὕπνῳ δεδμημένοι·
s-38 καρπὸν δ̓ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον·
s-39 ἀλλ̓ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ ἐτρέφετ̓ ἀτάλλων, μέγα νήπιος, ἐνὶ οἴκῳ.
s-40 ἀλλ̓ ὅτ̓ ἄῤ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγἐ ἔχοντες ἀφραδίῃς·
s-41 τοὺς μὲν ἔπειτα Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
s-42 οἷσιν Ἄρηος ἔργ̓ ἔμελεν στονόεντα καὶ ὕβριες·
s-43 αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ̓ ἐκάλυψεν, αὖτις ἔτ̓ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον, ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται ἡμίθεοι, προτέρη γενεὴ κατ̓ ἀπείρονα γαῖαν.
s-44 ἔνθ̓ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε, τοῖς δὲ δίχ̓ ἀνθρώπων βίοτον καὶ ἤθἐ ὀπάσσας Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
s-45 καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες ἐν μακάρων νήσοισι παῤ Ὠκεανὸν βαθυδίνην, ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
s-46 τοῖσιν Κρόνος ἐμβασιλεύει.
s-47 χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·
s-48 ἀλλ̓ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
s-49 Ζεὺς δ̓ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, εὖτ̓ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
s-50 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
s-51 μέμψονται δ̓ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι σχέτλιοι οὐ δὲ θεῶν ὄπιν εἰδότες·
s-52 οὐ δέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν χειροδίκαι·
s-53 ἕτερος δ̓ ἑτέρου πόλιν ἐξαλαπάξει.
s-54 ζῆλος δ̓ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
s-55 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ̓ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις·
s-56 τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι·
s-57 νῦν δ̓ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
s-58 ὧδ̓ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον ὕψι μάλ̓ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
s-59 δ̓ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ̓ ὀνύχεσσι, μύρετο·
s-60 τὴν ὅγ̓ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
s-61 δαιμονίη, τί λέληκας;
s-62 ἔχει νύ σε πολλὸν ἀρείων·
s-63 τῇ δ̓ εἶς, σ̓ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
s-64 νίκης τε στέρεται πρός τ̓ αἴσχεσιν ἄλγεα πάσχει.
s-65 ὣς ἔφατ̓ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
s-66 Δίκη δ̓ ὑπὲρ Ὕβριος ἴσχει ἐς τέλος ἐξελθοῦσα·
s-67 παθὼν δέ τε νήπιος ἔγνω.
s-68 δ̓ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
s-69 εἰροπόκοι δ̓ ὄιες μαλλοῖς καταβεβρίθασιν·
s-70 τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
s-71 θάλλουσιν δ̓ ἀγαθοῖσι διαμπερές·
s-72 οἷς δ̓ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
s-73 πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
s-74 ἀποφθινύθουσι δὲ λαοί.
s-75 βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ τήνδε δίκην·
s-76 οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ̓ αἶαν.
s-77 ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε? δίκας δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
s-78 πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας καί νυ τάδ̓, αἴ κ̓ ἐθέλῃσ̓, ἐπιδέρκεται, οὐ δέ λήθει, οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
s-79 νῦν δὴ ἐγὼ μήτ̓ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος εἴην μήτ̓ ἐμὸς υἱός·
s-80 ἀλλὰ τά γ̓ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
s-81 ἀνθρώποισι δ̓ ἔδωκε δίκην, πολλὸν ἀρίστη γίγνεται·
s-82 εἰ γάρ τίς κ̓ ἐθέλῃ τὰ δίκαἰ ἀγορεῦσαι γιγνώσκων, τῷ μέν τ̓ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
s-83 ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, τοῦ δέ τ̓ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
s-84 σοὶ δ̓ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
s-85 τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως·
s-86 τῆς δ̓ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι·
s-87 ἐπὴν δ̓ εἰς ἄκρον ἵκηται, ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
s-88 τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ ἔσθοντες·
s-89 σοὶ δ̓ ἔργα φίλ̓ ἔστω μέτρια κοσμεῖν, ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
s-90 εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα·
s-91 πλούτῳ δ̓ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
s-92 αἰδὼς δ̓ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, αἰδώς, τ̓ ἄνδρας μέγα σίνεται ἠδ̓ ὀνίνησιν.
s-93 ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ̓ ἀεσίφρονα θυμόν.
s-94 τὸν φιλέοντ̓ ἐπὶ δαῖτα καλεῖν, τὸν δ̓ ἐχθρὸν ἐᾶσαι·
s-95 τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·
s-96 εἰ γάρ τοι καὶ χρῆμ̓ ἐγχώριον ἄλλο γένηται, γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
s-97 ἔμμορέ τοι τιμῆς, ὅς τ̓ ἔμμορε γείτονος ἐσθλοῦ.
s-98 μὴ κακὰ κερδαίνειν·
s-99 τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
s-100 καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.

Text viewDownload CoNNL-U