s-1
| ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν̓ ἔξεστί σοι παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ̓ ἀεί. |
s-2
| πρὶν οὖν τιν̓ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν· |
s-3
| ὦ φίλτατ̓ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς. |
s-4
| ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ̓ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ̓ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει. |
s-5
| τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. |
s-6
| ἐγὼ γὰρ ἡνίχ̓ ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ̓ ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ̓ ὁ Φοῖβος ὧν πεύσει τάχα· |
s-7
| ὅτ̓ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, δόμων ἔσω τῶνδ̓, ἴσθι πᾶν τὸ δρώμενον, ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ. |
s-8
| οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ γνῶσ̓, οὐ δ̓ ὑποπτεύσουσιν ὧδ̓ ἠνθισμένον. |
s-9
| λόγῳ δὲ χρῶ τοιῷδ̓, ὅτι ξένος μὲν εἶ Φωκέως παῤ ἀνδρὸς Φανοτέως ἥκων· |
s-10
| ἄγγελλε δ̓ ὅρκον προστιθεὶς ὁθούνεκα τέθνηκ̓ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων δίφρων κυλισθείς· |
s-11
| ὧδ̓ ὁ μῦθος ἑστάτω. |
s-12
| ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες εἶτ̓ ἄψορρον ἥξομεν πάλιν, τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον. |
s-13
| ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· |
s-14
| εἶθ̓, ὅταν δόμους ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον· |
s-15
| σοῦ γὰρ ἔρχομαι δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος· |
s-16
| εἴρηκα μέν νυν ταῦτα· |
s-17
| σοὶ δ̓ ἤδη, γέρον, τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος. |
s-18
| νὼ δ̓ ἔξιμεν· |
s-19
| καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον. |
s-20
| ἆῤ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· |
s-21
| μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίρροπον ἄχθος. |
s-22
| ἀλλ̓ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μ̓ ὧδ̓ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι. |
s-23
| τί μοι τῶν δυσφόρων ἐφίει; |
s-24
| ἀλλ̓ ἐμέ γ̓ ἁ στονόεσσ̓ ἄραρεν φρένας, ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. |
s-25
| ὁ δὲ λάθεται ὧν τ̓ ἔπαθ̓ ὧν τ̓ ἐδάη. |
s-26
| τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον; |
s-27
| ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δ̓ οὐκ ἀξιοῖ φανῆναι. |
s-28
| θάρσει μοι, θάρσει, τέκνον. |
s-29
| ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα μήθ̓ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ̓ ἐπιλάθου· |
s-30
| ἀλλ̓ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐ δ̓ ἔτ̓ ἀρκῶ· |
s-31
| οἷς θεὸς ὁ μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι, μη δέ ποτ̓ ἀγλαΐας ἀποναίατο τοιάδ̓ ἀνύσαντες ἔργα. |
s-32
| φράζου μὴ πόρσω φωνεῖν. |
s-33
| οὐ γνώμαν ἴσχεις ἐξ οἵων τὰ παρόντ̓ οἰκείας εἰς ἄτας ἐμπίπτεις οὕτως αἰκῶς; |
s-34
| πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, σᾷ δυσθύμῳ τίκτουσ̓ ἀεὶ ψυχᾷ πολέμους· |
s-35
| δεινοῖς ἠναγκάσθην, δεινοῖς· |
s-36
| ἔξοιδ̓, οὐ λάθει μ̓ ὀργά. |
s-37
| ἀλλ̓ ἐν γὰρ δεινοῖς οὐ σχήσω ταύτας ἄτας, ὄφρα με βίος ἔχῃ. |
s-38
| ἄνετέ μ̓ ἄνετε, παράγοροι· |
s-39
| τάδε γὰρ ἄλυτα κεκλήσεται, οὐ δέ ποτ̓ ἐκ καμάτων ἀποπαύσομαι ἀνάριθμος ὧδε θρήνων. |
s-40
| καὶ τί μέτρον κακότατος ἔφυ; |
s-41
| ἐν τίνι τοῦτ̓ ἔβλαστ̓ ἀνθρώπων; |
s-42
| μήτ̓ εἴην ἔντιμος τούτοις μήτ̓, εἴ τῳ πρόσκειμαι χρηστῷ, ξυνναίοιμ̓ εὔκηλος, γονέων ἐκτίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων. |
s-43
| εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν κείσεται τάλας, οἱ δὲ μὴ πάλιν δώσουσ̓ ἀντιφόνους δίκας, ἔρροι τ̓ ἂν αἰδὼς ἁπάντων τ̓ εὐσέβεια θνατῶν. |
s-44
| ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ̓ ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον· |
s-45
| εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα· |
s-46
| σοὶ γὰρ ἑψόμεσθ̓ ἅμα. |
s-47
| αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. |
s-48
| ἀλλ̓ ἡ βία γὰρ ταῦτ̓ ἀναγκάζει με δρᾶν, σύγγνωτε· |
s-49
| ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ̓ ἐγείνατο, ἔχθιστα συμβέβηκεν· |
s-50
| ἀλλ̓ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦσ̓ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμην̓ ἱερὰ τοῖς σωτηρίοις. |
s-51
| οὐ δὲ γὰρ κλαῦσαι πάρα τοσόνδ̓ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. |
s-52
| αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ φωνοῦσα τοιάδ̓ ἐξονειδίζει κακά· |
s-53
| ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέθνηκεν; |
s-54
| κακῶς ὄλοιο, μη δέ σ̓ ἐκ γόων ποτὲ τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί. |
s-55
| τάδ̓ ἐξυβρίζει· |
s-56
| τηνικαῦτα δ̓ ἐμμανὴς βοᾷ παραστᾶσ̓· |
s-57
| οὐ σὸν τόδ̓ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν κλέψασ̓ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου; |
s-58
| ἀλλ̓ ἴσθι τοι τίσουσά γ̓ ἀξίαν δίκην. |
s-59
| τοιαῦθ̓ ὑλακτεῖ, σὺν δ̓ ἐποτρύνει πέλας ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, ὁ πάντ̓ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. |
s-60
| ἐγὼ δ̓ Ὀρέστην τῶνδε προσμένουσ̓ ἀεὶ παυστῆῤ ἐφήξειν ἡ τάλαιν̓ ἀπόλλυμαι. |
s-61
| ἐν οὖν τοιούτοις οὔ τε σωφρονεῖν, φίλαι, οὔ τ̓ εὐσεβεῖν πάρεστιν· |
s-62
| ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ̓ ἔχει; |
s-63
| ὡς νῦν ἀπόντος ἱστόρει· |
s-64
| καὶ δή σ̓ ἐρωτῶ· |
s-65
| τοῦ κασιγνήτου τί φής, ἥξοντος ἢ μέλλοντος; |
s-66
| εἰδέναι θέλω. |
s-67
| φησίν γε· |
s-68
| φάσκων δ̓ οὐδὲν ὧν λέγει ποεῖ. |
s-69
| φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ̓ ἀνὴρ πράσσων μέγα. |
s-70
| καὶ μὴν ἔγωγ̓ ἔσωσ̓ ἐκεῖνον οὐκ ὄκνῳ. |
s-71
| θάρσει· |
s-72
| πέφυκεν ἐσθλός, ὥστ̓ ἀρκεῖν φίλοις. |
s-73
| πέποιθ̓, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. |
s-74
| μὴ νῦν ἔτ̓ εἴπῃς μηδέν· |
s-75
| τίν̓ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, κοὐδ̓ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά; |
s-76
| τοιαῦτα δ̓ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. |
s-77
| εἰ δ̓ ἐλευθέραν με δεῖ ζῆν, τῶν κρατούντων ἐστὶ πάντ̓ ἀκουστέα. |
s-78
| ἔπειθ̓ ἑλοῦ γε θάτεῤ, ἢ φρονεῖν κακῶς ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν· |
s-79
| οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει; |
s-80
| ἐπεὶ δίδαξον, ἢ μάθ̓ ἐξ ἐμοῦ, τί μοι κέρδος γένοιτ̓ ἂν τῶνδε ληξάσῃ γόων. |
s-81
| οὐ ζῶ; |
s-82
| ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ̓, οὐ δ̓ εἴ μοι τὰ σὰ μέλλοι τις οἴσειν δῶῤ, ἐφ̓ οἷσι νῦν χλιδᾷς, τούτοις ὑπεικάθοιμι· |
s-83
| σοὶ δὲ πλουσία τράπεζα κείσθω καὶ περιρρείτω βίος. |
s-84
| ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον βόσκημα· |
s-85
| νῦν δ̓ ἐξὸν πατρὸς πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ τῆς μητρός· |
s-86
| οὕτω γὰρ φανεῖ πλείστοις κακή, θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. |
s-87
| οὐ δ̓ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκουσ̓, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. |
s-88
| φέῤ εἰπὲ δὴ τὸ δεινόν· |
s-89
| εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ̓ ἔτι. |
s-90
| ἀλλ̓ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ̓ ἐγώ. |
s-91
| μέλλουσι γάρ σ̓, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μή ποθ̓ ἡλίου φέγγος προσόψει, ζῶσα δ̓ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδ̓ ἐκτὸς ὑμνήσεις κακά. |
s-92
| πρὸς ταῦτα φράζου καί με μή ποθ̓ ὕστερον παθοῦσα μέμψῃ· |
s-93
| ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; |
s-94
| ἀλλ̓ ἐξίκοιτο τοῦδέ γ̓ οὕνεκ̓ ἐν τάχει. |
s-95
| τίν̓, ὦ τάλαινα, τόνδ̓ ἐπηράσω λόγον; |
s-96
| βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; |
s-97
| μή μ̓ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. |
s-98
| ἀλλ̓ οὐ διδάσκω· |
s-99
| σὺ ταῦτα θώπεὐ· |
s-100
| οὐκ ἐμοὺς τρόπους λέγεις. |