Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 1 - 100 of 520 • previousnext

s-1 ἁγὼ δικαιῶν μὴ παῤ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ̓ ἐλήλυθα, πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
s-2 ἀλλ̓ γεραιέ, φράζ̓, ἐπεὶ πρέπων ἔφυς πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, δείσαντες στέρξαντες;
s-3 δυσάλγητος γὰρ ἂν εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
s-4 τὸ δ̓ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ̓ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
s-5 ἐν δ̓ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ̓ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ̓ Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
s-6 θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ̓ ἐγὼ οὐ δ̓ οἵδε παῖδες ἑζόμεσθ̓ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
s-7 ἴθ̓, βροτῶν ἄριστ̓, ἀνόρθωσον πόλιν, ἴθ̓, εὐλαβήθηθ̓·
s-8 ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα στάντες τ̓ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
s-9 ἀλλ̓ ἀσφαλείᾳ τήνδ̓ ἀνόρθωσον πόλιν·
s-10 ὄρνιθι γὰρ καὶ τὴν τότ̓ αἰσίῳ τύχην παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
s-11 παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ̓ ἱμείροντες·
s-12 ἣν δ̓ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα·
s-13 παῖδα γὰρ Μενοικέως Κρέοντ̓, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ̓, ὡς πύθοιθ̓ τι δρῶν τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
s-14 καί μ̓ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει·
s-15 τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
s-16 ὅταν δ̓ ἵκηται, τηνικαῦτ̓ ἐγὼ κακὸς μὴ δρῶν ἂν εἴην πάνθ̓ ὅσ̓ ἂν δηλοῖ θεός.
s-17 ἀλλ̓ εἰς καλὸν σύ τ̓ εἶπας οἵδε τ̓ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
s-18 οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ̓ εἷρπε παγκάρπου δάφνης.
s-19 τάχ̓ εἰσόμεσθα·
s-20 λέγω γὰρ καὶ τὰ δύσφοῤ, εἰ τύχοι κατ̓ ὀρθὸν ἐξελθόντα, πάντ̓ ἂν εὐτυχεῖν.
s-21 ἔστιν δὲ ποῖον τοὔπος;
s-22 οὔ τε γὰρ θρασὺς οὔ τ̓ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
s-23 ἐς πάντας αὔδα·
s-24 λέγοιμ̓ ἂν οἷ̓ ἤκουσα τοῦ θεοῦ πάρα.
s-25 ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδ̓, ἐλαύνειν μη δ̓ ἀνήκεστον τρέφειν.
s-26 ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
s-27 ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ̓ ἡγεμὼν γῆς τῆσδε, πρὶν σὲ τήνδ̓ ἀπευθύνειν πόλιν.
s-28 ἔξοιδ̓ ἀκούων·
s-29 οὐ γὰρ εἰσεῖδόν γέ πω.
s-30 τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
s-31 ποῦ τόδ̓ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
s-32 θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν πρὸς οἶκον οὐκέθ̓ ἵκεθ̓, ὡς ἀπεστάλη.
s-33 οὐ δ̓ ἄγγελός τις οὐ δὲ συμπράκτωρ ὁδοῦ κατεῖδ̓, ὅτου τις ἐκμαθὼν ἐχρήσατ̓ ἄν;
s-34 ἓν γὰρ πόλλ̓ ἂν ἐξεύροι μαθεῖν, ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
s-35 λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
s-36 πῶς οὖν λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετ̓ ἐνθένδ̓, ἐς τόδ̓ ἂν τόλμης ἔβη;
s-37 δοκοῦντα ταῦτ̓ ἦν·
s-38 Λαΐου δ̓ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
s-39 κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτ̓ ἐξειδέναι;
s-40 ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
s-41 ἀλλ̓ ἐξ ὑπαρχῆς αὖθις αὔτ̓ ἐγὼ φανῶ·
s-42 ὅστις γὰρ ἦν ἐκεῖνον κτανών, τάχ̓ ἂν κἄμ̓ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ̓ ἕλοι.
s-43 κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
s-44 ἀλλ̓ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδ̓ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδ̓ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος·
s-45 παῖδες, ἱστώμεσθα·
s-46 τῶνδε γὰρ χάριν καὶ δεῦῤ ἔβημεν ὧν ὅδ̓ ἐξαγγέλλεται.
s-47 Φοῖβος δ̓ πέμψας τάσδε μαντείας ἅμα σωτήρ δ̓ ἵκοιτο καὶ νόσου παυστήριος.
s-48 Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας;
s-49 εἰπέ μοι, χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
s-50 πόποι, ἀνάριθμα γὰρ φέρω πήματα·
s-51 νοσεῖ δέ μοι πρόπας στόλος, οὐ δ̓ ἔνι φροντίδος ἔγχος τις ἀλέξεται.
s-52 οὔ τε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται οὔ τε τόκοισιν ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
s-53 ὧν πόλις ἀνάριθμος ὄλλυται·
s-54 νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·
s-55 παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος ὧν ὕπερ, χρυσέα θύγατερ Διός, εὐῶπα πέμψον ἀλκάν.
s-56 τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, τοῦτ̓ ἐπ̓ ἦμαρ ἔρχεται·
s-57 Λύκεἰ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ̓ ἀγκυλᾶν βέλεα θέλοιμ̓ ἂν ἀδάματ̓ ἐνδατεῖσθαι ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκἰ ὄρεα διᾴσσει·
s-58 αἰτεῖς·
s-59 ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ̓ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος·
s-60 κεἰ μὲν φοβεῖται, τοὐπίκλημ̓ ὑπεξελεῖν αὐτὸν καθ̓ αὑτοῦ·
s-61 πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν.
s-62 γῆς δ̓ ἄπεισιν ἀσφαλής.
s-63 εἰ δ̓ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω·
s-64 εἰ δ̓ αὖ σιωπήσεσθε, καί τις φίλου δείσας ἀπώσει τοὔπος χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
s-65 ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι τῷ τ̓ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
s-66 οὐ δ̓ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ̓ ἀρίστου βασιλέως τ̓ ὀλωλότος, ἀλλ̓ ἐξερευνᾶν·
s-67 νῦν δ̓ ἐς τὸ κείνου κρᾶτ̓ ἐνήλαθ̓ τύχη·
s-68 καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτ̓ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτ̓ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ̓ ἐχθίονι·
s-69 ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδ̓ ἔστ̓ ἀρέσκονθ̓, τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
s-70 ὥσπερ μ̓ ἀραῖον ἔλαβες, ὧδ̓, ἄναξ, ἐρῶ.
s-71 οὔ τ̓ ἔκτανον γὰρ οὔ τε τὸν κτανόντ̓ ἔχω δεῖξαι.
s-72 τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδ̓ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
s-73 δίκαἰ ἔλεξας·
s-74 ἀλλ̓ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐ δ̓ ἂν εἷς δύναιτ̓ ἀνήρ.
s-75 τὰ δεύτεῤ ἐκ τῶνδ̓ ἂν λέγοιμ̓ ἁμοὶ δοκεῖ.
s-76 ἄνακτ̓ ἄνακτι ταὔθ̓ ὁρῶντ̓ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παῤ οὗ τις ἂν σκοπῶν τάδ̓, ὦναξ, ἐκμάθοι σαφέστατα.
s-77 ἀλλ̓ οὐκ ἐν ἀργοῖς οὐ δὲ τοῦτ̓ ἐπραξάμην.
s-78 ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς·
s-79 πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
s-80 πάντα γὰρ σκοπῶ λόγον.
s-81 θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
s-82 ἤκουσα κἀγώ.
s-83 τὸν δ̓ ἰδόντ̓ οὐδεὶς ὁρᾷ.
s-84 οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδ̓ ἄγουσιν, τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
s-85 ἧς σὲ προστάτην σωτῆρά τ̓, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
s-86 Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν γῆς φυγάδας ἐκπεμψαίμεθα.
s-87 ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλεσ̓·
s-88 οὐ γὰρ ἂν δεῦῤ ἱκόμην.
s-89 ὡς ἄθυμος εἰσελήλυθας.
s-90 ἄφες μ̓ ἐς οἴκους·
s-91 οὔ τ̓ ἔννομ̓ εἶπας οὔ τε προσφιλῆ πόλει τῇδ̓, σ̓ ἔθρεψε, τήνδ̓ ἀποστερῶν φάτιν.
s-92 ὁρῶ γὰρ οὐ δὲ σοὶ τὸ σὸν φώνημ̓ ἰὸν πρὸς καιρόν·
s-93 πάντες γὰρ οὐ φρονεῖτ̓·
s-94 ἐγὼ δ̓ οὐ μή ποτε τἄμ̓, ὡς ἂν εἴπω μὴ τὰ σ̓, ἐκφήνω κακά.
s-95 τί φής;
s-96 ξυνειδὼς οὐ φράσεις, ἀλλ̓ ἐννοεῖς ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
s-97 ἐγὼ οὔ τ̓ ἐμαυτὸν οὔ τε σ̓ ἀλγυνῶ.
s-98 τί ταῦτ̓ ἄλλως ἐλέγχεις;
s-99 οὐ γὰρ ἂν πύθοιό μου.
s-100 τίς γὰρ τοιαῦτ̓ ἂν οὐκ ἂν ὀργίζοιτ̓ ἔπη κλύων, νῦν σὺ τήνδ̓ ἀτιμάζεις πόλιν;

Text viewDownload CoNNL-U