s-1
| καὶ νῦν τί τοῦτ̓ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; |
s-2
| ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; |
s-3
| ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων οὔθ̓ ἡδὺς οὔ τ̓ ἀλγεινὸς ἵκετ̓ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· |
s-4
| ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ̓ ὑπέρτερον, οὔ τ̓ εὐτυχοῦσα μᾶλλον οὔ τ̓ ἀτωμένη. |
s-5
| ᾔδη καλῶς, καί σ̓ ἐκτὸς αὐλείων πυλῶν τοῦδ̓ οὕνεκ̓ ἐξέπεμπον, ὡς μόνη κλύοις. |
s-6
| δηλοῖς γάρ τι καλχαίνουσ̓ ἔπος. |
s-7
| Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· |
s-8
| εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει. |
s-9
| ἦ γὰρ νοεῖς θάπτειν σφ̓, ἀπόρρητον πόλει; |
s-10
| οὐ γὰρ δὴ προδοῦσ̓ ἁλώσομαι. |
s-11
| ἀλλ̓ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ̓ εἴργειν μέτα. |
s-12
| φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ̓ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. |
s-13
| ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· |
s-14
| τρίτον δ̓ ἀδελφὼ δύο μίαν καθ̓ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ̓ ἐπαλλήλοιν χεροῖν. |
s-15
| νῦν δ̓ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ̓ ὀλούμεθ̓, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. |
s-16
| ἀλλ̓ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ̓ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. |
s-17
| ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι· |
s-18
| τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. |
s-19
| οὔ τ̓ ἂν κελεύσαιμ̓ οὔ τ̓ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ̓ ἂν ἡδέως δρῴης μέτα. |
s-20
| φίλη μετ̓ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ̓. |
s-21
| ἐκεῖ γὰρ αἰεὶ κείσομαι· |
s-22
| σοὶ δ̓, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ̓ ἀτιμάσασ̓ ἔχε. |
s-23
| ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. |
s-24
| σὺ μὲν τάδ̓ ἂν προὔχοἰ· |
s-25
| ἐγὼ δὲ δὴ τάφον χώσουσ̓ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. |
s-26
| οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. |
s-27
| τὸν σὸν ἐξόρθου πότμον. |
s-28
| οἴμοι, καταύδα· |
s-29
| πολλὸν ἐχθίων ἔσει σιγῶσ̓, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. |
s-30
| θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. |
s-31
| ἀλλ̓ οἶδ̓ ἀρέσκουσ̓ οἷς μάλισθ̓ ἁδεῖν με χρή. |
s-32
| ἀλλ̓ ἀμηχάνων ἐρᾷς. |
s-33
| οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. |
s-34
| ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. |
s-35
| εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. |
s-36
| ἀλλ̓ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο· |
s-37
| πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. |
s-38
| ἀλλ̓ εἰ δοκεῖ σοι, στεῖχε· |
s-39
| στὰς δ̓ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα ἔβα, πρίν ποθ̓ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων πευκάενθ̓ Ἥφαιστον ἑλεῖν. |
s-40
| τοῖος ἀμφὶ νῶτ̓ ἐτάθη πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος. |
s-41
| Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπ̓ ἄκρων ἤδη νίκην ὁρμῶντ̓ ἀλαλάξαι. |
s-42
| ἀντιτύπᾳ δ̓ ἐπὶ γᾷ πέσε τανταλωθεὶς πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. |
s-43
| εἶχε δ̓ ἄλλᾳ τὰ μέν, ἄλλα δ̓ ἐπ̓ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος. |
s-44
| ἑπτὰ λοχαγοὶ γὰρ ἐφ̓ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς μητρός τε μιᾶς φύντε καθ̓ αὑτοῖν δικρατεῖς λόγχας στήσαντ̓ ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω. |
s-45
| ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. |
s-46
| ὅτ̓ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθ̓ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ̓ ἀγχιστεῖα τῶν ὀλωλότων. |
s-47
| ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων ἀλλ̓ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· |
s-48
| καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. |
s-49
| τοιοῖσδ̓ ἐγὼ νόμοισι τήνδ̓ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπ̓ Οἰδίπου πέρι· |
s-50
| σοὶ ταῦτ̓ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει· |
s-51
| νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. |
s-52
| τί δῆτ̓ ἂν ἄλλο τοῦτ̓ ἐπεντέλλοις ἔτι; |
s-53
| ἀλλ̓ ὑπ̓ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. |
s-54
| ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. |
s-55
| πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· |
s-56
| ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· |
s-57
| τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; |
s-58
| τλήμων, μενεῖς αὖ; |
s-59
| πῶς σὺ δῆτ̓ οὐκ ἀλγύνει; |
s-60
| τοιαῦθ̓ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. |
s-61
| χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. |
s-62
| τέλος γε μέντοι δεῦῤ ἐνίκησεν μολεῖν σοί. |
s-63
| κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ̓ ὅμως· |
s-64
| τί δ̓ ἐστὶν ἀνθ̓ οὗ τήνδ̓ ἔχεις ἀθυμίαν; |
s-65
| φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· |
s-66
| δηλοῖς δ̓ ὥς τι σημανῶν νέον. |
s-67
| τὰ δεινὰ γάρ τοι προστίθησ̓ ὄκνον πολύν. |
s-68
| οὔκουν ἐρεῖς ποτ̓, εἶτ̓ ἀπαλλαχθεὶς ἄπει; |
s-69
| καὶ δὴ λέγω σοι. |
s-70
| τί φής; |
s-71
| τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; |
s-72
| οὐκ οἶδ̓· |
s-73
| ὅπως δ̓ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. |
s-74
| ἦμεν δ̓ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μη δ̓ εἰργασμένῳ. |
s-75
| οὐ γὰρ εἴχομεν οὔ τ̓ ἀντιφωνεῖν οὔθ̓ ὅπως δρῶντες καλῶς πράξαιμεν. |
s-76
| στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. |
s-77
| λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. |
s-78
| ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; |
s-79
| ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐ δ̓ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. |
s-80
| ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. |
s-81
| τοῦτο καὶ πόλεις πορθεῖ, τόδ̓ ἄνδρας ἐξανίστησιν δόμων· |
s-82
| τόδ̓ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματ̓ ἵστασθαι βροτῶν· |
s-83
| πανουργίας δ̓ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. |
s-84
| ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ̓ ἐξέπραξαν ὡς δοῦναι δίκην. |
s-85
| ἀλλ̓ εἴπερ ἴσχει Ζεὺς ἔτ̓ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ̓ ἐπίστασ̓, ὅρκιος δέ σοι λέγω· |
s-86
| εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; |
s-87
| οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; |
s-88
| οἴμ̓ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. |
s-89
| κόμψευέ νυν τὴν δόξαν· |
s-90
| ἀλλ̓ εὑρεθείη μὲν μάλιστ̓· |
s-91
| καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ̓ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. |
s-92
| τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπ̓ οἴδμασιν. |
s-93
| κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ̓ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ· |
s-94
| κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ̓ ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν οὔρειόν τ̓ ἀκμῆτα ταῦρον. |
s-95
| ἄπορος ἐπ̓ οὐδὲν ἔρχεται τὸ μέλλον· |
s-96
| Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· |
s-97
| νόσων δ̓ ἀμηχάνων φυγὰς ξυμπέφρασται. |
s-98
| μήτ̓ ἐμοὶ παρέστιος γένοιτο μήτ̓ ἴσον φρονῶν ὃς τάδ̓ ἔρδει. |
s-99
| ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε· |
s-100
| πῶς εἰδὼς ἀντιλογήσω τήνδ̓ οὐκ εἶναι παῖδ̓ Ἀντιγόνην. |