s-1
| Ἀνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες· |
s-2
| κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ̓ ἄλλοι καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα· |
s-3
| τούτοις δὲ δεῖ σε τἀπιτήδεἰ ἐμβαλεῖν, ὥστ̓ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα. |
s-4
| κἀμοὶ δ̓ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· |
s-5
| ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· |
s-6
| προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ̓ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. |
s-7
| καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. |
s-8
| καὶ Μένανδρος δ̓ ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί· |
s-9
| τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. |
s-10
| διόπερ Ὅμηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπ̓ αὐτῆς. |
s-11
| ὅσα μὲν γὰρ ἀγρυπνῶν ὁ Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτ̓ ἀπώλεσεν μεθ̓ ἡμέραν ὑφ̓ ἡδονῆς κρατηθείς. |
s-12
| καὶ ὁ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζηαίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. |
s-13
| φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτ̓ ἦλθον αὐτὸν θεασόμενοι δεδεμένον· |
s-14
| οὐκ ἀρετᾷ κακὰ ἔργα· |
s-15
| κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι, χωλὸς ἐών, τέχνῃσι· |
s-16
| τὸ καὶ ζωάγρἰ ὀφέλλει. |
s-17
| καίτοι κατά γε τὴν δόξαν, φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θεόφραστος, οὐχ ὁμοίως λαμπρός ἐστιν· |
s-18
| Πλάτων δ̓ ἐν τῷ Φιλήβῳ φησίν· |
s-19
| Ἡρακλείδης δ̓ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς τάδε λέγει· |
s-20
| οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις. |
s-21
| μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. |
s-22
| ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· |
s-23
| διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. |
s-24
| καὶ ἡ Ἀθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλόψυχοτάτους ἔτρεφεν ἄνδρας |
s-25
| ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ̓ ὑπέδυνον χιτῶνας, κορύμβους δ̓ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν· |
s-26
| ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. |
s-27
| καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. |
s-28
| μηδ̓ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· |
s-29
| καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. |
s-30
| διόπερ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ̓ Ὅμηρον καὶ Ἡσίοδον ποιηταῖς ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει· |
s-31
| εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· |
s-32
| πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων; |
s-33
| καὶ Ξάνθος δ̓ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν Ὁμηρικήν. |
s-34
| Ἀντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον. |
s-35
| ὁ δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν· |
s-36
| τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. |
s-37
| ὁ δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοὺς καιροὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου· |
s-38
| μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ διαμαρτεῖν. |
s-39
| τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί· |
s-40
| ὦ τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει· |
s-41
| τῷ παρεόντι δ̓ ἐπαινήσαις ἑκὼν ἄλλοτ̓ ἀλλοῖα φρόνει. |
s-42
| ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ· |
s-43
| πουλύπου ὀργὴν ἴσχε πολυπλόκου. |
s-44
| οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ̓ ἀλλήλους. |
s-45
| καὶ ὁ Μενέλαος δὲ παῤ αὐτῷ φησιν· |
s-46
| οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε. |
s-47
| ἥμεθα δαινύμενοι κρέα τ̓ ἄσπετα καὶ μέθυ ἡδύ. |
s-48
| διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται, |
s-49
| διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. |
s-50
| κληθῆναι δὲ τὰ Σοῦσά φησιν Ἀριστόβουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου· |
s-51
| καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δὲ ἐν Βαβυλῶνι,... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. |
s-52
| καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδ̓ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. |
s-53
| κατεσκευάζετο γάρ, ὥς φησι Δίνων, ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. |
s-54
| εὐώδης δ̓ ἐστὶν ἡ λάβυζος καὶ πολυτιμοτέρα τῆς σμύρνης. |
s-55
| καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο. |
s-56
| φυλάσσουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος Ἡρακλείδης ἐν ἀ Περσικῶν. |
s-57
| αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· |
s-58
| χρῆται δὲ αὐταῖς καὶ παλλακίσιν ὁ βασιλεύς... διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. |
s-59
| ἦσαν δὲ οὗτοι τῶν δορυφόρων, καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων. |
s-60
| ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφ̓ ἵππον· |
s-61
| πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. |
s-62
| εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. |
s-63
| ὁ δὲ θρόνος ἐφ̓ ᾧ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ̓ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν. |
s-64
| Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. |
s-65
| δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. |
s-66
| καὶ προελθὼν δὲ γράφει· |
s-67
| τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων· |
s-68
| τοῦτο μὲν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος. |
s-69
| Χάρης δ̓ ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν εἰς τοῦτο, φησίν, ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. |
s-70
| ἦν δ̓ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης. |
s-71
| τὴν δ̓ ἄμπελον ταύτην Ἀμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους. |
s-72
| νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται. |
s-73
| σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. |
s-74
| ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ̓ ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ̓ ὑπείκωσιν αἱ τάπιδες. |
s-75
| καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. |
s-76
| ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. |
s-77
| ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ̓ αἱ τῶν δένδρων οὔθ̓ αἱ τῶν πετρῶν σκιαί, ἀλλ̓ ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι. |
s-78
| κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί· |
s-79
| Κλέαρχος δ̓ ἐν τῇ τετάρτῃ περὶ Βίων Λυδοί, φησί, διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδ̓ ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. |
s-80
| καὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. |
s-81
| ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας. |
s-82
| τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖὸν ἐστι βίας· |
s-83
| οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· |
s-84
| εἰς τοῦτον οὖν συναθροίσασα μετ̓ ἀνάγκης συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας. |
s-85
| ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν Γλυκὺν Ἀγκῶνα. |
s-86
| τοσούτους γὰρ οἶδα γράψοντας Ὀψαρτυτικά. |
s-87
| καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ τρεῖς· |
s-88
| οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. |
s-89
| γίνεσθαι δ̓ αὐτόν φησιν ὁ Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. |
s-90
| μνημονεύει δ̓ αὐτοῦ Ἄλεξις ἐν Παννυχίδι ἢ Ἐρίθοις· |
s-91
| μάγειρος δ̓ ἐστὶν ὁ προσδιαλεγόμενος· |
s-92
| οὐκ ἐδήδοκα κάνδαυλον οὐδ̓ ἀκήκὀ οὐδεπώποτε. |
s-93
| πάνυ πολὺν δ̓ ἐγὼ ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους αὐτῷ γε χαίρων. |
s-94
| τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται. |
s-95
| ἄνθρωπ̓ ἐπίπαιζε· |
s-96
| μόνον ἀπαλλάγηθί μου, τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ βατάνια. |
s-97
| πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν. |
s-98
| μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως· |
s-99
| τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠόθριον ἐν στενῷ. |
s-100
| καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. |